Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 163r

Manuscript msA, page 163r

image

prev: 162v next: 163v

Iliad text

12.428 ἠμὲν ὅτῳ . στρεφθέντι· μετάφρενα γυμνωθείηimage1

12.429 μαρναμένων . πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς·image

12.430 πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶνimage1

12.431 ἐρράδατ’ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν ·image1

12.432 ἂλλ’ οὐδ’ ὡς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν .image1

12.433 ἂλλ’ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής·image1

12.434 ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς . ἀνέλκει .image

12.435 ἰ̈σάζουσ’ ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·image1, 2

12.436 ὡς μὲν τῶν ἐπὶ ῗσα μάχη τέτατο πτόλεμός τε·image

12.437 πρίν γ’ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκεimage

12.438 Πριαμίδῃ . ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν ·image

12.439 ἤϋσεν δὲ διαπρύσιον Τρώεσσ γεγωνώς·image1

12.440 ὄρνυσθ’ ἱ̈ππόδαμοι Τρῶες , ῥήγνυσθε δὲ τεῖχοςimage

12.441 Ἀργείων . καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ·image1

12.442 ὡς ἔφατ’ ἐποτρύνων . οἱ δ’ ούασι πάντες ἄκουονimage1

12.443 ἴ̈θυσαν δ’ ἐπὶ τεῖχος ἀολλέες· οἱ μὲν ἔπειταimage

12.444 κροσσάων ἐπέβαινον , ἀκαχμένα δούρατ’ ἔχοντες·image1, 2

12.445 Ἕκτωρ δ’ ἁρπάξας λᾶαν φέρεν . ὅς ρα πυλάωνimage

12.446 ειστήκει πρόσθε . πρυμνὸς παχὺς . αὐτὰρ ὕπερθενimage1, 2

12.447 ὀξὺς ἔην . τὸν δ’ οὔ κε δύ’ ἀνέρε δήμου ἀρίστωimage

12.448 ῥηϊδίως ἐπ’ άμαξαν ἀπ’ οὔδεος ὀχλίσσειανimage1

12.449 οἷοι νῦν βροτοί εἰσ’ , ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος·image

12.450 τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω·image1

12.451 ὡς δ’ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸςimage1, 2

12.452 χειρὶ λαβὼν ἑτέρῃ . ὀλίγον τέ μιν ἄχθος ἐπείγει .image1

Scholia text

msA, 12.F5, commenting on 12.428 ‡ ἡμὲν ὅτῳ στρεφθέντι· Ζηνόδοτος ὅτεῳ καὶ ἐμφαίνει Ὁμηρικὸν χαρακτῆρα , καὶ γὰρ ἀλλαχοῦ φησὶ τῷ ὅτεῳ τε πατὴρ κέλεται ⁑image

msA, 12.F6, commenting on 12.430 πάντῃ δὴ πυργοι , ὁ μὲν Ἀρίσταρχος τὸν δὴ σύνδεσμον παρέλαβεν Τυραννίων δὲ ἐκδέχεται τὸ ᾗ ἐπίρρημα τοπικὸν ἵνα δύο μέρη λόγου ὑπαρχ δὲ καὶ η καὶ προστίθησι τὸ ϊ καὶ δασύνει ὁμοίως τῷ ᾕ ρ’ ὅ γ’ ὀ λυσσώδης · οὐκ αναγκαῖον δὲ ἤδη γὰρ προκεινται τὸ πάντῃ τοπικον ⁑image

msA, 12.F7, commenting on 12.434-12.435 ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον , τάχα τὸ ἑξῆς ἐστιν ἀμφὶς ἰ̈σάζουσα ἀμφοτέρωθεν ἰσοῦσα οἱ γὰρ ἱστάντες ἑκατέρωθεν ἀφορῶσινimage

msA, 12.F8, commenting on 12.433 χερνῆτις , ἡ ἀπο τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα ὅ ἐστι μισθοῦ ἄλλοις ἐργαζομένη ⁑image

msA, 12.F9, commenting on 12.435 ἰσάζουσ’ ἵνα παισὶν . οὕτως μετα τοῦ ν ἀνεικέα ἐξω νείκους τὸ ἴσον αὐτοῖς ἀπονέμουσθαι ἄμεινον δε φησὶν ἀεικέα τὸν εὐτελῆ , ἐν δὲ τῷ προς τὸν Ξένωνος παράδοξον προφέρεται ἀμεμφεα μισθόν ⁑image

msA, 12.F10, commenting on 12.439 ἤυσεν δὲ διαπρύσιον· ὅτι ἐπι τοῦ Διὸς τοῦτο φησὶν οὐκεσὶ τοῦ Ἕκτορος δι ὃ καὶ ἐπήνεγκεν . ὡς φάτ’ ἐποτρύνων οἵ δ’ οὔασι πάντες ἄκουον ⁑image

msA, 12.F11, commenting on 12.442 ὡς φάτ’ ἐποτρύνων ὅτι δια τούτου εὐκρινὲς γίνεται τὸ τῆς προκειμένης ἀμφιβολίας οὐ γαρ δὴ ἄλλως ἐδύναντο πάντες ἀκούειν εἰ μὴ ὁ Ζεὺς ἐπεφώνησεν ⁑image

msA, 12.F13, commenting on 12.446-12.447 εἰστήκει πρόσθε , βραχὺ διασταλτέον ἐπι τὸ πρόσθε συναφὴν δὲ θετέον ὑπ αμφοτέρας τὰς λέξεις ἓν γὰρ τὸ σημαινόμενον κατ τὸ ἔσχατον παχὺς , κατα δὲ τὸ ἕτερον ὀξύς ⁑image

msA, 12.F15, commenting on 12.451 ὡς δ’ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς· μέγας γὰρ ὁ τούτου πόκος . ἡ ὅτι τραχυτέρα . ἢ ὅτι ῥυπωδεστέρα· ἐμφερής τε τῇ τραχύτητι καὶ τῷ χρώματι τοῦ λύθου ἐστίν ⁑image

msAext, 12.F1, commenting on 12.446 ** ** εστηκαι image

msAil, 12.F13, commenting on 12.431@ἐρράδατ’ ερραμένοι εἰσὶimage

msAil, 12.F14, commenting on 12.432@φόβον φυγὴνimage

msAil, 12.F15, commenting on 12.433@γυνὴ-χερνῆτις η απο τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα :image

msAil, 12.F16, commenting on 12.441@ἐνίετε ἐνβάλλετεimage

msAil, 12.F17, commenting on 12.444@κροσσάων υπτροχων κλιμάκωνimage

msAil, 12.F18, commenting on 12.446@πρυμνὸς-παχύς κατ τὸ ἔσχατον μέρος παχὺςimage

msAil, 12.F19, commenting on 12.448@ὀχλίσσειαν αποκινήσειαν τοῦ εδάφουςimage

msAint, 12.F1, commenting on 12.430-12.431 ἀπο τοῦ “ράζω”image

msAint, 12.F3, commenting on 12.435 ἔν τισιν μετα τοῦ ν ἀνεικέα · ἐξω νείκους ,image

msAint, 12.F4, commenting on 12.446 Αρισταρχ εστηκει χω τοῦ ϊimage

msAint, 12.F5, commenting on 12.451 ουτ δια τοῦ ε φέρειimage