Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 163v

Manuscript msA, page 163v

image

prev: 163r next: 164r

Iliad text

12.453 ὣς Ἕκτωρ ἰ̈θὺς σανίδων φέρε λᾶαν ἀείρας·image1, 2

12.454 αἵ ῥα πύλας εἴρυντο . πύκα στιβαρῶς ἀραρυίας·image

12.455 δικλίδας . ὑψηλάς . δοιοὶ δ’ ἔντοσθεν ὀχῆεςimage1, 2, 3

12.456 εἶχον ἐπημοιβοὶ , μία δὲ κληῒς ἐπαρήρει·image1, 2, 3

12.457 στῆ δὲ μάλ’ ἐγγὺς ἰ̈ὼν· καὶ ἐρεισάμενος βάλε μέσσας·image1

12.458 εὖ διαβὰς , ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη·image1, 2

12.459 ῥῆξε δ’ ἀπ’ ἀμφοτέρους θαιροὺς· πέσε δε λίθος εἴσωimage1, 2

12.460 βριθοσύνῃ· μέγα δ’ ἀμφὶ πύλαι μύκον· οὐδ’ ἄρ’ ὀχῆεςimage1

12.461 ἐσχεθέτην . σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη·image1

12.462 λᾶος ὑπὸ ῥιπῆς· ὁ δ’ ἀρ’ ἔσθορε φαίδιμος Ἕκτωρimage1

12.463 νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷimage1, 2, 3

12.464 σμερδαλέῳ· τὸν ἕεστο περι χροΐ . δοιὰ δὲ χερσὶimage1

12.465 δοῦρ’ ἔχεν , οὔ κάν τίς μιν ἐρυκάκοι ἀντιβολήσας·image1

12.466 νόσφι θεῶν , ὅτ’ ἐσᾶλτο πύλας· πυρὶ δ’ ὄσσε δεδήει·image

12.467 κέκλετο δὲ Τρώεσσιν ἐλιξάμενος καθ’ ὅμιλονimage1

12.468 τεῖχος ὑπερβαίνειν· τοὶ δ’ ὀτρύνοντι πίθοντο·image1, 2

12.469 αὐτίκα δ’ οἱ μὲν τεῖχος ὑπέρβασαν . οἱ δὲ κατ’ αὐτὰςimage1

12.470 ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δ’ ἐφόβηθενimage1, 2, 3

12.471 νῆας ἀνα γλαφυρὰς . ὅμαδος δ’ ἀλίαστος ἐτύχθη ⁑image1, 2, 3

Scholia text

msA, 12.J1, commenting on 12.455-12.456 ‡ εἶχον ἐπημοιβοὶ , ὅτι δύο φησὶ μοχλοὺς εἶναι ἐπι τῆς πύλης ἐξ εκατέρας φλιᾶς ἔνα ἐπαλλασσομένους κατα μέσον , καὶ ἐπι τοῖς ἄκροις ἐπικλειομένους δια τὴν συμβολὴν μιᾷ κλειδί :image

msA, 12.J4, commenting on 12.459 θαιροὺς . τὸν ἄνω καὶ κάτῳ θαιροὺς φησὶ δια τὸ δι αυτῶν θεῖν τὰς πύλας ⁑image

msA, 12.J5, commenting on 12.462 λᾶοι ὑπο ριπῆς , προπερισπαστέον ὡς κλῆρος ἀπο γὰρ εὐθείας πέπτωκε δισυλλάβου κατα τὴν τοῦ ποιητοῦ χρῆσιν καὶ ὤφειλε τρισυλλαβεῖν ἡ γενικὴ συναλιφὴν δὲ λαβοῦσα βαρύνεται· τὴν δὲ πρόθεσιν Τυραννίων ἀναστρέφει· ἵνα τὸ ἑξῆς ὑπαρχ ὑπο λίθου ῥιπῆς , οὐκ αναγκαῖον δὲ· τί γὰρ κωλύει φυλάσσεσθαι τὸν τόνον τῆς προθέσεως καὶ εἶναι ὑπο ριπῆς λίθου ⁑image

msA, 12.J6, commenting on 12.463 νυκτὶ θοῇ , ὅτι τὰ φοβερὰ νυκτὶ ὁμοιοῖ προς τὸ ὁ δ’ ἤϊε νυκτὶ εοικώς ὅτι Ζηνοδοτος γράφει νυκτὶ ὁμοιοῖ προς τὸ ὁ δ’ ἤϊε νυκτὶ ἐοικώς ὅτι Ζηνόδοτος γράφει νυκτί ἐλυσθείς ⁑image

msA, 12.J7, commenting on 12.468 τεῖχος ὑπερβαίνειν ὅτι καθ ὃ μέρος ὡδοποίησαν οἱ Λύκιοι οὐ καθ ὅλον ⁑image

msA, 12.J8, commenting on 12.470 ποιητὰς ἐς ἔχυντο πύλας : ὅτι μία πύλη πληθυντικῶς δὲ εἴρηται· καὶ ὅτι ἔφευγον ὡς ἐπι τὰς ναῦς , δια ταύτης δὲ εἰσέρχονται τῆς πύλης δι ῆς ὁ Εκτωρ ⁑image

msA, 12.J9, commenting on 12.471 ὅμαδος δ’ ἁλίαστος , τὸ μὲν ὄμαδος δασυντέον ἔχει γὰρ τὸ ὁμοῦ ἐγκείμενον τὸ δὲ ἀλίαστος ψιλωτέον ἔστι γὰρ στέρησις ἀπο τοῦ λιαστὸς ὅπερ πέπτωκεν ἀπο τοῦ λιάζω ἡγεῖτ’ ἀμφι δ’ ἄρα σφι λιάζετο κῦμα ⁑image

msAil, 12.J1, commenting on 12.453@σανίδων τῶν θυρῶνimage

msAil, 12.J3, commenting on 12.455@δικλίδας διθύρουςimage

msAil, 12.J4, commenting on 12.455@ὀχῆες οἱ μοχλοιimage

msAil, 12.J5, commenting on 12.456@ἐπημοιβοὶ επ αλλήλους φερόμενοιimage

msAil, 12.J6, commenting on 12.456@ἐπαρήρει ἐπέκειτοimage

msAil, 12.J7, commenting on 12.458@ἀφαυρότερον ἀσθενεςimage

msAil, 12.J8, commenting on 12.459@θαιροὺς τοὺς στρόφιγγαςimage

msAil, 12.J9, commenting on 12.460@βριθοσύνῃ τῶ βάρειimage

msAil, 12.J10, commenting on 12.461@διέτμαγεν διεσχίσθησανimage

msAil, 12.J13, commenting on 12.464@ἕεστο ημφίεστο·image

msAil, 12.J14, commenting on 12.467@ἐλιξάμενος ἐπιστραφείςimage

msAil, 12.J15, commenting on 12.470@ἐσέχυντο εἰσῆλθονimage

msAil, 12.J16, commenting on 12.470@ἐφόβηθεν εἰς φυγὴν ἐτράπησανimage

msAil, 12.J17, commenting on 12.471@γλαφυρὰς στικτεονimage

msAil, 12.J18, commenting on 12.471@ἀλίαστος ἀμετάτρεπτος ⁑image

msAim, 12.J1, commenting on 12.457 εν αλλῳ στη δ ὰρ ἐπ οὐδὸν ϊὼνimage

msAim, 12.J3, commenting on 12.465 Αρισταρχ οὐ κεν τίς μιν ἐρύκακεν αντιβολήσας ⁑image

msAim, 12.J4, commenting on 12.468 ουτ δια τοῦ οτ οτρύνοντι :image

msAim, 12.J5, commenting on 12.469 ουτ συνέσταλκεν ἀντι τοῦ ὑπερέβησανimage