Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 164r

Manuscript msA, page 164r

image

prev: 163v next: 164v

Iliad text

13.1 Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε .image1, 2

13.2 τοὺς μὲν ἔα παρα τῇσι πόνον τ’ ἐχέμεν καὶ ὀϊζὺνimage1, 2

13.3 νωλεμέως . αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼimage

13.4 νόσφιν . ἐφ’ ἱπποπόλων Θρῃκῶν καθ ὁρώμενος αἶαν .image1

13.5 Μυσῶν τ’ ἀγχεμάχων . καὶ ἀγαυῶν ἱππημολγῶν .image1

13.6 γλακτοφάγων Ἀβίων τε . δικαιοτάτων ἀνθρώπων·image1, 2, 3, 4, 5

13.7 ἐς Τροίην δ’ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινὼ .image1

13.8 οὐ γὰρ ὅ γ’ ἀθανάτων τιν’ ἐέλπετο ὃν κατα θυμὸν .image1

13.9 ἐλθόντ’ . ἢ Τρώεσσιν ἀρηξέμεν ἠ Δαναοῖσιν ·image1

13.10 οὐδ’ ἀλαὸσ σκοπιὴν εἶχε κρείων ἐνοσίχθων .image1, 2

13.11 καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τεimage1

13.12 ὑψοῦ ἐπ’ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσηςimage1, 2

13.13 Θρηϊκίης . ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη .image1

13.14 φαίνετο δὲ Πριάμοιο πόλις . καὶ νῆες Ἀχαιῶν ·image

13.15 ἐνθ’ ἄρ’ ὅ γ’ ἐξ ἁλὸς ἕζετ’ ῒων . ἐλέαιρε δ’ Ἀχαιοὺς .image1

13.16 Τρωσὶν δαμναμένους . Διῒ δὲ κρατερῶς ἐνεμέσσα .image

13.17 ἀυτίκα δ’ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος .image

13.18 κραιπνὰ ποσὶ προβιβὰς . τρέμε δ’ ὀύρεα μακρὰ καὶ ὕληimage

13.19 ποσσὶν ὑπ’ ἀθανάτοισι Ποσιδάωνος ἰ̈όντος .image1

13.20 τρὶς μὲν ὀρέξατ’ ϊών . τὸ δὲ τέτρααρτον , ῒ̔κετο τέκμωρ·image

13.21 Ἀιγάς . ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης .image1, 2

13.22 χρύσεα μαρμαίροντα τετεύχαται , ἄφθιτα αἰεί·image

13.23 ἔνθ’ ἐλθὼν , ὑπ’ ὀχεσφι τιτύσκετο χαλκόποδ’ ῒ̔ππω .image

13.24 ὠκυπέτα . χρυσέῃσιν ἐθείρησιν κομόωντε·image

13.25 χρυσὸν δ’ ἀυτὸς ἔδυνε περι χροῒ , γέντο δ’ ϊ̔μάσθληνimage1

Scholia text

msA, 13.164r1, commenting on 13.1 ** Ζεὺς ‘ἐπει οῦν τρῶάς ε καὶ Ἕκτορα : ** ὅτι κεχώρικε τῶν τρώων τὸν Ἕκτορα ὡς κακεῖ , οὐ γὰρ ἔτ’ Οἰνῆος μεγαλήτορος , οὐδέτ’ αὐτὸς ἔην θάνε δὲ ξανθὸς Μενέλαος . αλλως κεχώρηκε τῶν λοιπῶν Τρώων τὸν Ἕκτορα κατ εξοχὴν μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ Πριάμου καὶ μετα τὸν θάνατον την ἀπο θν εὐτύχησε τιμήν- οἱ γὰρ ἐν Βοιωτία Θηβαίοι πιεζόμενοι κακωῖς ἐμαντεύοντο περὶ ἀπαλλαγῆς- χρησμος δὲ αὐτοῖς ἐδόθη παύσασθαι τὰ δεινὰ ἐὰν ἐξ ο φρυνίου τῆς Τρωάδος τὰ Ἕκτορος ὁστᾶ διακοσμισθῶσιν εἰς τὸν παρα τοῖς καλουμένοις τόπον διὸς γονὰς , οἱ δὲ τοῦτο ποιήσαντες , καὶ τῶν κακῶν ἀπαλλαγέντες , τια τιμῆς ἔσχον Ἕκτορα κατά τε τοὺς ἐπείγοντας καιροὺς ἐπικαλοῦνται τὴν ἐπιφάνειαν αὐτοῦ ἡ ϊστορία παρα Ἀριστοδήμω ⁑ image

msA, 13.164r2, commenting on 13.1 ** ἐπεὶ οὖν : ** ἐπειδή , ὅσα δηλοῖ τὸ ἐπεί ὸ ὅτι ἐπεὶ πολὺν ὤλεσα λαόν . καὶ ὅτε ς νῦν καὶ ἐπειδὴ αὶ ἀφ οῦ image

msA, 13.164r3, commenting on 13.4 ** νόσφιν . ** βραχὺ διασταλτέον ἐπι τὸ όσφιν ναφέρει γὰρ αὐτω πι τοὺς Τρωας αὶ τοὺς Ἕλληνας ⁑ image

msA, 13.164r4, commenting on 13.5 ** καὶ ἀγαυῶν ἱππημολγῶν - ** Ἀγαυοὶ νομα ἔθνους ἵππους δὲ ἀμέλγοντες οὗτοι τὸ γάλα ἐτρέφοντο- Δημετριος ὲ άγαυοὺς οὺς ἐυειδεῖς image

msA, 13.164r5, commenting on 13.7 ** πάλιν τρέπον ὄσσε φαεινώ . ** τὸ πάλιν ὴν ἀπο τοῦ ἐυθέως εταστροφὴν ὅσσε πἀλιν κλίνασα- ἱ δὲ ἀναμέρος Μυσίαν αὶ Θράκην ρῶν , ἔστι δὲ καῖ τοῦτο σύνηθες , Ὁμήρω , πάλιν ποίησε γέροντα καὶ εἰς τοῦπίσω πάλιν ἐρύσασα αὶ ἐναντὶ οὐδὲν πάλιν ἐρέει image

msA, 13.164r7, commenting on 13.6 ** ἀβιων- ** τῶν νομάδων Σκυθῶν θεν και ὁ Ἀνάχαρσις στι οὓς δή φησιν ἁπάντων εἶναι δικαιοτάτους ὅτι κοινοῦς ἔχουσι παιδας καὶ γυναικας καὶ τὰ παντα πλὴν ξίφους καὶ ποτηρίου τούτοις δὲ καὶ ἀυτομάτως ἡ γῆ βίον φέρει οὐδέτι ζῶιον ἐσθίουσιν . τούτους Αἰσχὺλος Γαβίους ησὶ Ἄβιοι δὲ ἐκλήθησαν ἠ περὶ τὸν βιον ἤ τὴν βιαν ἤ ἅμα βιῶν πορευόμενοι , ἤ ὁτι ἀόικοι- ὁι δὲ τὸ α άτ εκτασιν ἵν’ ηἶ πολυβίων αὶ πολυετῶν τι Μακρόβιοι . ἠ τὸν ἡμετερον βίον μὴ ἐγνωκότων επιφέρει γὰρ δικαιοτάτων ανων μη βιαζόμενων . ἠ ἀμαξόβιοι - τινες δὲ τούτους σπαρμάτας ασὶν- λέγουσι δὲ αὺτους τοὺς ὀδίτας τρέφοντας . ἄλλον ἄλλῳ διαπεμπειν ⁑ image

msA, 13.164r8, commenting on 13.6 πάντων Σκυθων ποκυψάντων Ἀλεξάνδρω - μόνους Ἀβίους ησὶ οὐχ υπῖξαι δικαιοτάτους δε φησὶ αὐτοὺς δια τὸ ἀνεπίμικτον ὡς καὶ Αἰθιοπηας . ἤ ὁτι οὐκ ηθέλησαν συστρατευσαι Ἀμαζόσιν ις Ἀσίαν . ⁑ image

msA, 13.164r9, commenting on 13.6 πολλῶν εἰρημένων περι τουτων πολλοῖς βελτὶον ς Ἀριστάρχω δόκει καὶ χωρὶς τοῦ συνδέσμου προφέρεσθαι τον στίχον καὶ διαστέλλειν βραχὺ , μετά τε τὴν πρώτην λέξιν , καὶ μετα δευτέραν ἵνα τὰ ἔθνη πολλὰ καὶ τὸ δικαιοτάτων οινὸν ἐπι πάντων νοόυμενον μέιζονα την ἱστοριαν ἐμφαίνει . ⁑ image

msA, 13.164r10, commenting on 13.10 ** οὐδ’ αλαοσκοπίην- ** ματαίαν τὴν κατασκοπὴν ἀλαὸς ὰρ κατὰ διάλεκτον ὁ τυφλός image

msA, 13.164r11, commenting on 13.12 ** ὑψοῦ ἐπ ακροτάτης κορυφῆς ** Ἀριστοφάνης ληθυντικῶς ἐπ ακροτάτης κορυφῆς ὐκ απίθανος δὲ καὶ ἡ χωρὶς τοῦ μ γραφὴ σάου ὴν γὰρ Σαώκην ὸ ὄρος φησὶ παραδηλοῦσθαι- Σάμιοι ν Ἰωνία ετα διακοσιοστον ἔτος ἔλαβον τὸν Τρωϊκον ρησμὸν ἔλαβον παρὰ του Πυθίου εἰς τὴν ἐν Τρωιάδι Θράκην ετοικῆσαι , ἀφ ῶν ἡ Σαμοθράκηι Σάμου ὖν Θρηϊκίης τῆς Σαμοθρακης - τὸ δὲ ἐν αυτῇ ὄρος , Σαώκη . ⁑ image

msA, 13.164r12, commenting on 13.15 ** ἔνθ’ἄρ ὁγ’ἔξ ἁλός- ** τρεῖς παράλληλοι ὀξεῖαι , μία μὲν ἄρχουσα δευτέρα ἡ τοῦ ἄρα , τρίτη δὲ ἡ τοῦ ὅγε image

msA, 13.164r13, commenting on 13.21 ** αἰγας ἔνθα δέ οι κλυτὰ ** ὁτι κατὰ τὰς αιγὰς ν βυθῶι τὴν οἴκησιν τοῦ Ποσειδῶν ποτίθεται ἀόρατον ἀνοις ὡσπερ ἐπι τοῦ Ὀλύμπου τῶν ἄλλων θεῶν μη ορομενῶν ⁑ image

msA, 13.164r14, commenting on 13.13 αἰγαί πο Ἀχαΐας ν πελοποννη νθα τιμᾶται μὲν ὁ Ποσειδῶν γεται δὲ καὶ Διονύσου ορτή . ἐν ῆι ἐπειδ’ ἄν ὁ χορὸς συστὰς τὰς τοῦ δαίμονος τελετὰς ὀργιάζῃ θαυμάσιον ἐπιτελεῖσθαι φασὶν ἔργον ἄμπελοι γὰρ ἅς καλοῦσιν ἐφήμερους . ἀνισχούσης μὲν ἡμέρας καρπὸν βλαστάνουσιν ὥστε τρέποντας αὐτοὺς εἰς εσπέραν οῖνον ἄφθονον ἔχειν ἡ ἱστορια παρὰ Ευφορίωνι image

msA, 13.164r15, commenting on 13.21 ** ἐζήτηται : ** διτ ὐκ ευθεία πορεύεται ὁ Ποσειδῶν ἰς Τροίαν λλα τὸν χρόνον δαπανὰ πορευθείς Αἰγας - καὶ ῥητέον ὅτι δυοῖν ἕνεκα πραγμάτων μεμηχάνηται αὐτῶι ἡ ἀποδημία , πρῶτον μὲν ἵνα αποπλανήσηι τὸν Δία ς ἀπολελοιπὼς τὸν πόλεμον . δεύτερον δὲ ἵνα καθοπλισθηῖ εἰς τὸν Διὸς όλεμον ἐὰν ἄρα φωραθεὶς εἰς την σύμμαχιαν ινδυνεύη ‡ image

msAext, 13.164r1, commenting on 13.10 ** ** οὐδ΄ἀλαοσκοπ image

msAext, 13.164r2, commenting on 13.19 ** ** Ποσειδά image

msAim, 13.164r1, commenting on 13.9 ** ** γράφεται καὶ ἀρήξειν ⁑ image

msAim, 13.164r2, commenting on 13.11 ** ** οτ θαυμάζων ἀντὶ τοῦ θεώμενος ⁑ image

msAim, 13.164r3, commenting on 13.25 ** ** οτ ἐκ τῶν συμφραζομένων τὸ γέντο ἔλαβεν σημαίνει ⁑ image

msAint, 13.164r1, commenting on 13.2 ** ** Ζηνοδοτος καὶ Αριστοφάνης περὶ τῇσι . μήποτ’ οὖν διχῶς . ⁑ image

msAint, 13.164r2, commenting on 13.2 ** ** οτι πόνον τὸ κατα πόλεμον ἔργον εἴρηκεν . ⁑ image

msAint, 13.164r3, commenting on 13.6 ** ** Ἀρισταρχος χωρὶς τοῦ τε δικαιοτάτων ανων ⁑ image

msAint, 13.164r4, commenting on 13.8 ** ** Ἀριστοφανης δια τοὺ ε οὐ γὰρ έτ΄ἀθανάτων - ⁑ image

msAint, 13.164r5, commenting on 13.12 ** ** οτ οὐδέποτὲ συνθέτως εἴρηκε Σαμοθρακην ⁑ image

msAint, 13.164r6, commenting on 13.UNKNOWN ** ** οτ ἀντι τοῦ ὑπὸ Τρώων ⁑ image