Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 164v

Manuscript msA, page 164v

image

prev: 164r next: 165r

Iliad text

13.26 χρῡσείην . ἔυτυκτον . ἑοῦ δ’ ἐπεβήσετο δίφρου·image

13.27 βῆ δ’ ἐλάᾱν ἐπι κύματ’ . ἄταλλε δὲ κήτε’ ὑπ’ αὐτοῦimage1, 2, 3

13.28 πάντοθεν ἐκ κευθμῶν , οὐδ’ ἠγνοίησεν ἄνακτα·image1, 2, 3, 4

13.29 γηθοσύνῃ δὲ θάλασσα διΐστατο . τοιδ`’ ἐπέτοντοimage1, 2

13.30 ῥίμφα μάλ’ . οὐδ’ ὑπένερθε διαίνετο χάλκεος ἄξων·image

13.31 τὸν δ’ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι·image1

13.32 ἔστι δέ τι , σπέος εὐρὺ βαθείης βένθεσι λίμνης .image

13.33 μεσσηγὺς Τενέδοιο καὶ ἴ̈μβρου παιπαλοέσσης .image1

13.34 ἔνθ’ ἵππους ἔστησε Ποσιδάων ἐνοσίχθωνimage1

13.35 λύ̅σας ἐξ ὀχέων . παρὰ δ’ ἀμβρόσιον βάλεν εῖδαρimage

13.36 ἔδμεναι . ἀμφὶ δὲ ποσσὶ πέδα̅ς ἔβαλε χρυ̅σείας .image

13.37 ἀρρήκτους . ἀλύτους , ὄφρ’ ἔμπεδον αὖθι μένοιενimage

13.38 νοστήσαντα ἄνακτα· ὁ δ’ ἐς τρατὸν ᾤχετ’ Ἀχαιῶν ·image

13.39 Τρῶες δὲ φλογὶ ΐ̓σοι ἀολλέες ἠὲ θυέλλῃ·image

13.40 Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο ,image

13.41 ἄβρομοι , αὐΐαχοι . ἔλποντο δὲ νῆας Ἀχαιῶνimage1, 2

13.42 αἱρήσειν . κτενέειν δὲ παρ’ αὐτόθι πάντας Ἀχαιούς ·image1

13.43 ἀλλὰ Ποσιδάων γαιήοχος ἐννοσίγαιος .image1

13.44 Ἀργείους ὤτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν .image

13.45 εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·image1, 2

13.46 Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·image

13.47 Αἴαντε . σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν .image

13.48 ἀλκῆς μνησαμένω . μὴ δὲ κρυεροῖο φόβοιο·image

13.49 ἄλλῃ μὲν γὰρ ἔγωγ’ οὐ δείδια χεῖρας ἀάπτουςimage

13.50 Τρώων . οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ .image1

Scholia text

msA, 13.164v1, commenting on 13.27 ** ‡ ἄταλλε ** εἰς ἐνότητα καὶ διάθεσιν ἐγίνετο ὅ ἐστιν ἐσκίρτα καὶ ἔχαιρεν , ὑπ αυτοῦ ὲ ἀντι τοῦ δι αυτὸν image

msA, 13.164v2, commenting on 13.28 ** πάντοθεν ἐκ κευθμῶν- ** ταῦτα εἰσὶ τὰ εἰς θεν τὸ ο αραληγόμενα καὶ προπαροξυνόμενα οἴκοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν - ἑκαστοθεν ἀπόπροθεν πάντοθεν image

msA, 13.164v3, commenting on 13.28 ** οὐδ’ οἰγνοίησεν νακτα : ** ὅτι ἡγνοίησαν ραπτεόν σύνηθες γὰρ Ὸμήρωι ὕτως λέγειν ἠγνοίησαν τὰ κήτη αὶ οὐκ ηγνοίησεν αὶ ὅτι κευθμῶν εἴρηκεν ἡ δὲ ορθὴ ἔστι κευθμὸς ὡς αὐλός image

msA, 13.164v4, commenting on 13.29 ** γηθοσύνη δὲ θάλασσα- ** Ἡροδικος ὴν θος συλλαβήν ὀξύνει ἵνα ἦι τὸ πλῆρες γηθόσυνα - εἶτα ἡ δὲ θάλασσα δὲ Άρίσταρχος γηθοσύνη δὲ θάλασσα ἀντι του γηθόσυνος χαίρουσα ἰσὶ μέντοι οἱ ἀναγινώσκουσι γηθοσύνη αὶ δοτικὴν πτῶσιν ἐκδέχονται ὥσπερ καὶ Άριστοφάνης ἷς ἐγὼ συγκατατίθεμαι ἵν’ ἦι τὸ ἀκόλουθον τοιοῦτον τῆι χαρᾶι ἡ θάλασσα διἵστατο ἠ ἵ+να καὶ εθει Ὁμηρικῶι οτικῆι ἀντι γενικῆς παρειλλημμενη πάρχει ὑπο χαρᾶς ἡ θάλασσα διἵ+στατο μοίως τὸ ὃς δὴ γήραϊ κῦφος ἔη - τί δε ἐστιν τὸ κινοῦν με ἐκθήσομαι . ὁρῶι τὰ δια τοῦ σύνη ηλυκὰ μὴ κατὰ θηλειῶν ἐπιθετικῶς τιθέμενα πραγμάτων δὲ ὄντα κατηγορικὰ - πρόδηλος δὲ ἡ παρ αυτῶι τῶι ποιητηῖ χρήσις ἔστι γὰρ ι κερδοσύνη ράγμα οὐχι κερδοσύνη γυνή . ὡς φαμένη καὶ κερδοσύνη ἡγεῖτο ἀρχην ξεινοσύνης πλαγκτοσύνης δ’οὐκ ἐστιν κακόν τὴν δ’ήνης ἡ οἱ , πόρε μαχλοσύνηι δρηστοσύνη δ’ οὐκ άν μοι ταρβοσύνη φᾶν γάρ μιν - εἴπερ οὖν ταῦτα πάντα εὑρέθη οὐκ επιθετικῶς κατά τινος θηλείας κατηγορικὰ δὲ πράγματος , πῶς ἄν γέλοιτο γηθοσύνη θάλασσα - οὐ γαρ ἀγαθοφροσύνηι υνή . ἄμεινον οὖν ἐπι πραγματος παραλαμβάνειν καὶ δοτικὴν πτωσιν ἐκδέχεσθαι εἰκός τινα φήσειν ὑπερ Ἀρισταρχοῦ αὶ τῶν ἄλλων ὡς ὁτι αὐτος ἤδη ὁ ποιητὴς οῦτο ἀπεφήνατο γηθόσυνος δ’οὔρωι ὗτως ἀκόλουθον θηλυκον γένοιτ ἄν τὸ γηθοσύνηι ν διδάξομεν ὡς ὅτι τὰ δια του σύνος ἰ παράγοιτο ἐπιθετικῶς ἀρσενικὰ ὑπάρχοντα μηκέτι ποιεῖν κατὰ τὸ πλεῖον θηλυκοῦ γένους παρασχηματισμόν- τὸ οὖν δικαιόσυνος Ζευς , οὐκ έχει τὸ δικαιοσύνη ηλυκὸν ἔτι ἐπιθετικῶς κατά τινος θυ ασσόμενον ⁑ image

msA, 13.164v5, commenting on 13.31 ** ἐΰσκαρθμοί . ** Εὐσκάριστοι ὅ ἐστιν εὐκίνητοι ταχεῖς . σκαρθμὸς γὰρ καταδιάλεκτον ὁ πούς . ⁑ image

msA, 13.164v6, commenting on 13.41 ** ἄβρομοι αὐΐαχοι- ** ὅτι ἄντι τοῦ ἄγαν βρομοῦντες . Καὶ ἄγαν ἰαχοῦντες κατ επίτασιν τοῦ α ειμένου . ἑκάστοτε γὰρ θορυβώδεις τοὺς Τρῶας αρίστησιν ⁑ image

msA, 13.164v7, commenting on 13.41 ** Αὐΐαχοι . ** Οἱ μὲν παρα τὸ αὔειν καὶ ἰσχεῖν οἱ δὲ ἐξαιρεθέντος τοῦ ν ὸ υ προσεθεῖν ς ἀγαθὸς ἀγαυὸς κατάξαντες καυάξαντες ἱ δὲ κατ επίτασιν ὄντος τοῦ α ΐσχοι εῖτα πλεονάσαντος τοῦ υ - Χρύσιππος δὲ ὁ στωϊκὸς αὶ Διονυσιος ὁ Θρᾶξ . δασύνουσι τὸ ἴ+αχοι . ἵ+ν’ ῆ ξηρόφωνοι ⁑ image

msA, 13.164v8, commenting on 13.33 ** μεσσηγὺς Τενέδοιο αὶ Ϊ μβρου , ** Νῆσοι πλησὶ Τροίας είμενοι . ἡ μέντοι Τένεδος εῖται μέση τριῶν πελάγῶν , Αἴγωνος Ἑλλησπόντου . Μέλανος κόλπου . Διὸ καὶ τρίοδος ὑπ’ενίων καλεῖται . ἡ δὲ ἴμβρος στιν ἐν τώι μέλανι κόλπωι image

msA, 13.164v9, commenting on 13.45 ** Εἰσάμενος κάλχαντι ** ὅτι τὸ εἰσάμενος ολλὰ σημαίνει- νῦν μὲν ὁμοιωθείς - ἐν ἄλλοις δὲ καί ρ’ ἐπιεισαμενή . ἐφορμήσασα - εἴσατο δ΄ὡς ὅ τε ῥινον . Άντι του ἐφάνη . ⁑ image

msAext, 13.164v1, commenting on 13.27 ** ** Κευθμὼν image

msAext, 13.164v2, commenting on 13.34 ** ** Ποσειδάων image

msAext, 13.164v3, commenting on 13.43 ** ** Ποσειδάων image

msAext, 13.164v4, commenting on 13.45 ** ** εισάμενος ὁμοιωθείς ὁρμήσας φανείς . image

msAim, 13.164v1, commenting on 13.27 ** ** εν αλλῳ ὑπαυτῶ image

msAim, 13.164v2, commenting on 13.28 ** ** Αρίσ ἡ γνοίησαν ἄλλοι δέ ἡ γνοίησεν ⁑ image

msAim, 13.164v3, commenting on 13.29 ** ** ὄτι χω τοῦ ι γραπτέον τὸ γηθοσύνη εσ γαρ αρ γηθόσυνοςψ image

msAim, 13.164v4, commenting on 13.50 ** ** στικτέον κατα το τελος του στιχου ⁑ image

msAint, 13.164v1, commenting on 13.28 ** ** στικτεον έπι τὸ ἄνακτα . image

msAint, 13.164v2, commenting on 13.42 ** ** γραφεται αρίστους image