Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 165r

Manuscript msA, page 165r

image

prev: 164v next: 165v

Iliad text

13.51 ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί ·image1

13.52 τῇ δὲ δὴ αἰνότατον περὶ δείδια μήτι πάθωμεν .image1

13.53 ᾗ ρ’ ὅ γ’’ ὁ λυσσώδης . φλογὶ εἴκελος ἡγεμονεύειimage1

13.54 Ἕκτωρ . ὃς Διὸς εὔχετ’ ἐρισθενέος πάϊς εἶναι·image

13.55 σφῶϊν δ’ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν .image

13.56 αὐτώ θ’ ἑστάμεναι κρατερῶς . καὶ ἀνωγέμεν ἄλλους .image

13.57 τῶ κε καὶ ἐσσύμενόνπερ ἐρωήσαιτ’ ἀπο νηῶνimage

13.58 ὠκυπόρων . ἐί καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει ·image1

13.59 ῆ· καὶ σκηπανίῳ γαιήοχος . ἐννοσίγαιος .image1

13.60 ἀμφοτέρω κεκοπὼς . πλῆσεν μένεος κρατεροῖο·image1, 2

13.61 γυῖα δ’ ἔθηκεν ἐλαφρὰ . πόδας . καὶ χεῖρας ὕπερθεν·image1

13.62 αὐτὸς δ’ ὥστ’ ἴ̈ρηξ ὠκύπτερος ὦρτο πέτεσθαι·image

13.63 ὅς ῥά τ’ ἀπ’ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς .image1

13.64 ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο·image1, 2

13.65 ὡς . ἀπὸ τῶν ἤϊξε Ποσιδάων ἐνοσίχθων·image1

13.66 τοῖϊν δ’ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας .image1, 2

13.67 αἶψα δ’ άρ’ Ἀίαντα προσέφη Τελαμώνιον ὑιόν ·image

13.68 Ἄιαν . ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσιimage1

13.69 μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι .image

13.70 οὐδ’ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής .image1

13.71 ἴ̈χνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάωνimage1, 2, 3

13.72 ῥεῖ’ ἔγνων ἀπιόντος . ἀρίγνωτοι δὲ θεοί περ·image

13.73 καὶ δ’ ἐμοὶ ἀυτῷ θυμὸς ἐνι στήθεσσι φίλοισιimage

13.74 μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι .image

13.75 μαιμώωσι δ’ ἔνερθε πόδες . καὶ χεῖρες ὕπερθε·image

Scholia text

msA, 13.165r1, commenting on 13.51 ** ἕξουσιν γὰρ ** Ἀριστοφάνης σχήσουσιν μόιως τῷ γὰρ μενέτ’ οὔτοι δηρον ἐμὲ σχήσουσιν Ἀχαιοί image

msA, 13.165r2, commenting on 13.52 ** περιδείδια ** ἔφαμεν ὅτι ἡ περί ὐκ αναστρέφεται ὅτε σημαντικῆ , ὑπάρχει του περισσοσω image

msA, 13.165r3, commenting on 13.53 ** ᾕ ῥ ὅ δ’ὁ λυσσωδης ** δοτικη ὅτι ἄρθρου ἐπιῤῥηματικῆς δὲ ἔχεται συντάξεως . τὸ δὲ ἀνταποδοτικον ἔστιν αὐτοῦ τῇ ἴ+μεν ῆ κεν δή σὺ κελαινεφες , τῇ γὰρ ἔχ’ἥ ρα πολὺ πλεῖσται image

msA, 13.165r4, commenting on 13.61 ** γῦια δ’ἔθηκεν ἐλαφρα ** ὁ ἀστερίσκος ὅτι νῦν ὑγιῶς κεῖται ὁ στίχος . ἐπι δὲ Ὁδυσσεος ατα τον ἐπι Πατρόκλῳ γῶνα οὐκ ἔτι image

msA, 13.165r5, commenting on 13.63 ** περιμήκεος ἀρθεὶς ** περιμήκεος , ὡς Διομήδεος ὰ γὰρ εἰς ησ ύνθετα παρ οὐδέτερα γενόμενα τὰ εἰς οσ ὸ η παραληγόμενα βαρύνεσθαι θέλει ὥσπερ ἔχει παρα τὸ κῆτος τὸ μεγακήτης , ῆθος κακοηθης , δι ὃ τ ἄλ λαθικηδὴς οἱνοπληθης ξυνόμενα παρα ῥήματα φαμεν συντεθῆσθαι τὸ κήδω αι τὸ πλήθω image

msA, 13.165r6, commenting on 13.64 ** ορμήσῃ πεδίοιο ** ὅτι ἐλλείπει ἡ διὰ δια πεδίου-καὶ τὸ ἄλλο δοκεῖ συγκεχυκέναι ἐπι του δευτέρου εἰ μὴ ἄρα τὸ ἄλλο ἐπὶ του ἀλοιογενοῦς ἀκουσόμεθα image

msA, 13.165r7, commenting on 13.66 ** τοῖϊν δ’ἔγνω πρόσθεν ** προς τὸ δοϊκὸν σχῆμα- ἡ δε ἀναφορᾶ προς τὰ περι τῶν σειρήνων νησων σειρήωοιϊν ὅτι ὁ λόγος ὡς περι δύο image

msA, 13.165r8, commenting on 13.66 ** ὀϊλῆος αχὺς αἴας ** αἴας λοκρος ὲν ἦν τὸ γενος ἀπο πόλιος πατρος δὲ ὀϊλεώς . οὗτος μετα τὴν ἰλιου όρθησιν ἀίτιος τοις ἕλλησιν πωλειας ἐγίνετο- Κασάνδραν αρ την πριάμου κετίν οὖσαν ἀθηνᾶς ν τῳ της θεου σηκῶ κατηίσχυνεν ὥστε την θεον τοὺς ὀφθαλμοὺς του ξοάνου εἰς την οροφην τρέψαι τοῖς δὲ ἕλλησιν ποστρέφουσι καὶ κατα την ευβοιαν ινομένους χειμῶνας διεγείραι μεγάλους ὥστε πολλοὺς αὐτῶν διαφθαρῆναι διανηξάμενος δὲ αἴας ἰς τὰς χοιραδας καλουμενας πἐτρας ἔλεγεν χωρὶς θεῶν γνώμης διασεσῶσθαι- ποσειδῶν ὲ ἀγανακτήσας δίεσχισε την πετραν καὶ τον ἀιαντα τῳ κλύδωνι παρέδωκεν- ἐκριφεντα δὲ αὐτον κάτα δηλον εκρον θετίς λεήσασα θάπτει- ἀθηνα ὲ οὐδ’ οὔτως της οργης ἐπαύσατο - ἀλλα καὶ τοὺς λοκροὺς νάγκασεν ἐπι χίλια ἔτη εἰς ἰλιον κ κλήρου παρθένους πέμπει ἡ ἱστορια παρα καλλιμαχῳ - ἐν α αἰτίων καὶ παρα τῷ ποιητῃ ἐν τῇ δ της Οδ αχυμερῶς image

msA, 13.165r9, commenting on 13.68 ** ἀίαν ἐπεί τις νῶϊ θεῶν ** τὸ ἑξης ἐστιν . ἐπεί τις θεῶν κέλεται μάχεσθαι , καί δ’ἐμοὶ αὐτῷ ὰ δέ λοιπα ὡς δια μέσου λεγόμενα διορθωτεὸν . ἡ διπλῇ ὅτι ἀναλογως ἐκφέρει τὰ τοιαῦτα ὁ ποιητης καὶ οὐδε ὄντως ὁ Ζηνόδοτος γραφεν ᾧ τε αὖ κάλχα χωρὶς τοῦ ν image

msA, 13.165r10, commenting on 13.71 ** ἴχνια ** τὸ ἴχνιον προπαροξυτομητέον ὁμοιως τῷ ἀραχνιον οὐ γάρ ἐστιν ὑποκοριστικον ἀλλ΄ απο ῥήματος ἐσχημάτισται . ὅτι δὲ ὁ ποιητης οὐδε ὑποκοριστικοῖς χρῆται ἐδηλώσαμεν ἐν τῇ Α image

msA, 13.165r11, commenting on 13.71 ** ἴχνια ** ὁμοιοτόνως τῷ παίγνια . καὶ γὰρ ὁ μεν παρα τον ἴξω μέλλοντα ἔλαβε τὸν σχηματισμὸν , ὁ δὲ παρα τὸν παίξω- τὸ γὰρ ἀπο μακρᾶς ἀρχόμενα ἔχει παροξυτομενα τὰ ὑποκοριστικα οὐδέτερα τυρός τυρίον χρυσός χρυσίον έρκος ερκιον , τειχος τειχιον τά δ΄ἀπο βραχεἰας οὐκέτι φακὸς φάκιον . λαγος λαγιον , ῥάκος ῥάκιον , νάκος νάκιον - τὸ δέ ἴχνια ς συμφωνον ὑγρῷ συνεζευγμένον οὐ ποιεῖ μακρὰν τὴν προ αυτοῦ . image

msA, 13.165r12, commenting on 13.70 ** οἰωνιστής ** οἰωνοσκόπος , πῶς δέ φησιν ὁ ποσειδὼν ὐκ έλαθε τὸν αἴαντα - καὶ ῥητέον ὅτι φαντασίαν τινὰ παρέχει τὸ θεῖον ἐαυτοῦ image

msAext, 13.165r1, commenting on 13.65 ** ** Ποσειδάων image

msAil, 13.165r1, commenting on 13.58 ** ** κεν image

msAil, 13.165r2, commenting on 13.59 ** ** σκήπτρω image

msAim, 13.165r1, commenting on 13.60 ** ** διχῶς Ἀριστοφάνης καὶ κεκοφῶς καὶ κεκοπώς image

msAim, 13.165r2, commenting on 13.71 ** ** γράφεται καὶ ἴθματα Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης ϊχματα image

msAint, 13.165r1, commenting on 13.60 ** ** ὅτι ἀντὶ κόπτων ἐν δὲ τῇ Χίᾳ καὶ Ἀντίμαχον κεκοπών image