Manuscript msA, page 165v
| prev: 165r | next: 166r |
13.76 Τὸν δ’ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας ·
13.77 οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
13.78 μαιμῶσιν . καί μοι μένος ώρορε ; νέρθε πόδεσσιν1, 2
13.79 ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος
13.80 Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι·
13.81 ὡς οἱ μὲν τοιαῦτα προς ἀλλήλους ἀγόρευον
13.82 χάρμῃ γηθόσυνοι . τήν σφιν θεὸς ἔμβαλε θυμῷ·1, 2
13.83 τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιοὺς ·
13.84 οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ῆτορ :
13.85 τῶν ῥ’ ἅμα τ’ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο .1
13.86 καί σφιν ἄχος κατα θυμὸν ἐγίνετο . δερκομένοισι
13.87 Τρῶας . τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·
13.88 τοὺς οἵ γ’ εἰσὁρόωντες . ὑπ’ ὀφρύσι δάκρυα λεῖβον .1
13.89 οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπἐκ κακοῦ . ἀλλ’ ἐνοσίχθων
13.90 ῥεῖα μετεισάμενος . κρατερὰς ὄτρυνε φάλαγγας·1
13.91 Τεῦκρον ἐπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων .
13.92 Πηνέλεών θ’ ἥρωα . Θόαντά τε . Δηΐπυρόν τε .1
13.93 Μηριόνην τὲ καὶ Ἀντίλοχον . μήστωρας ἀϋτῆς .
13.94 τοὺς ὅ γ’ ἐποτρύνων . ἔπεα πτερόεντα προσηύδα·
13.95 αἰδὼς Ἀργεῖοι . κοῦροι . νέοι· ὔμμιν ἔγωγε1
13.96 μαρναμένοισι πέποιθα , σαωσέμεναι , νέας , ἁμάς·1
13.97 εἰ δ’ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο·
13.98 νῦν δὴ εἴδεται ἦμαρ ὑπο Τρώεσσι δαμῆναι·1
13.99 ὦ πόποι· ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι
13.100 δεινὸν . ὃ οὔ ποτ’ ἔγωγε τελευτήσεσθαι ἔφασκον .
msA, 13.165v1, commenting on 13.82 ** ‡ χάρμη γηθόσυνοι ** χαίροντες τῇ μάχῃ ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις καὶ τὸ χαίρειν τῇ εἰς μάχην παραθήξει παρα τὸ χαράσσειν ὴν γὰρ χώραν ς φησὶ μ’ ἀριστίδης ὐδ’ ἑτέρως ἀει λέγει χάρμα
msA, 13.165v2, commenting on 13.88 ** δάκρυα λεῖβον : ** ἐστέναζον ἐδάκρυον οἱ γὰρ ὀφθαλμοὶ καθ’ ὅμηρον πο ταῖς ὀφρύσι κοίμησόν μοι ζηνὸς π οφρύσιν ὅσσε φαεινῷ , δια δὲ τούτων ἐδάκρυον ἕτεροι δὲ ἤκουσαν λεληθότως ἔκλαιον ⁑
msA, 13.165v3, commenting on 13.96 ** ‡ ἁμάς : ** ἡμετέρας , τὸ ἀμάς κτείνεται κατα τὸ τέλος καίτοι Δόριον χον τὴν προ τέλούς συλλαβὴν ἐπεὶ ἑνικῷ παράκειται τῷ δια τοῦ η ηγομένῳ , ἀμήν - ὅπερ ὁλόκληρον ἂν ἦν Δορικὸν ἴπερ εἰς ἂν κατέληγεν ⁑
msA, 13.165v4, commenting on 13.98 ** νῦν δὴ εἴδεται ἦμαρ ὑπο Τρώεσσι αμῆναι- ** νῦν ἀνεφάνη ἡ ἡμέρα ἐν ῇ ὑπὸ τῶν Τρώων ναιρεθήσεσθε ⁑
msAext, 13.165v1, commenting on 13.78 ** ** νερθε δὲ ποσσὶν
msAil, 13.165v1, commenting on 13.90 ** ** μετελθῶν παραγενόμενος ⁑
msAim, 13.165v1, commenting on 13.82 ** ** ὅτι ἐλλειπ ἡ επι ἵν’ ῆ επι χαρμ ⁑
msAim, 13.165v2, commenting on 13.85 ** ** πρὸς τὸ σχημ ὅτι ὡς σπάρτα λέλυνται ⁑
msAim, 13.165v3, commenting on 13.92 ** ** δια τοῦ ο Ἀριστοφάνης πηνέλεον ⁑
msAim, 13.165v4, commenting on 13.95 ** ** ἔμφασιν ἔχει πλείονα τὸ κοῦροι χωριζόμεν τοῦ νέοι ⁑ ⁑
msAint, 13.165v1, commenting on 13.78 ** ** νερθε δὲ ποσσὶν ⁑