Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 166r

Manuscript msA, page 166r

image

prev: 165v next: 166v

Iliad text

13.101 Τρῶας ἐφ’ ἡμετέρας , ἱέναι νέας . οἳ το πάρος περimage

13.102 φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν . αἵ τε καθ’ ὕλην .image1

13.103 θώων . πορδαλίων τε . λύκων τ’ ἤϊα πέλονταιimage1, 2, 3, 4, 5

13.104 ἅυτως ἠλάσκουσαι ἀνάλκιδες . οὐδ’ ἐπι χάρμηι·image

13.105 ὡς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶνimage

13.106 μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον οὐδ’ ἠβαιόνimage

13.107 νῦν δ’ἕκαθεν πόλιος , κοίλῃς ἐπὶ νηυσὶ μάχονταιimage1, 2

13.108 ἡγεμόνος κακότητι . μεθημοσύνῃσί τε λᾱῶν .image

13.109 οἳ κείνῳ ἐρίσαντες , ἀμυνέμεν . οὐκ ἐθέλουσιimage1

13.110 νηῶν ὠκυπόρων . ἀλλὰ κτείνονται ἀν ἀυτάς·image1

13.111 ἀλλ’ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστινimage

13.112 ἥρως Ἀτρείδης εὐρὺ κρείων Ἀγαμέμνων .image

13.113 οὕνεκ’ ἀπητίμησε ποδώκεα Πηλείωνα .image

13.114 ἡμέας γ’ οὔ πως ἐστὶ μεθιέμεναι πολέμοιο·image

13.115 ἀλλ’ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν·image1, 2, 3

13.116 ὑμεῖς δ’ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆςimage1

13.117 πάντες ἄριστοι ἐόντες ἀνὰ στρατὸν· οὐδ’ ἂν ἔγωγεimage

13.118 ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείειimage1

13.119 λυγρὸς ἐών . ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι·image

13.120 ὦ πέπονες . τάχα δή τι κακὸν ποιήσετε μεῖζονimage

13.121 τῇδε μεθημοσύνῃ· ἂλλ’ ἐν φρεσὶ θέσθε ἕκαστοςimage

13.122 αἰδῶ . καὶ νέμεσιν . δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·image

13.123 Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει .image

13.124 καρτερός , ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα·image

13.125 ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Άχαιούς ·image

Scholia text

msA, 13.166r1, commenting on 13.102 ** φυζακινῆς ἐλάφοισιν- ** ὁμόιως ἀναγνωστέον τῶι εαρινῆς πᾶς δὲ ἐσχήμάτισμα δεδήλωτται ἐν τῶι περι παρωνύμων image

msA, 13.166r2, commenting on 13.103 ** θώων . παρδαλίων τε . ** ἀρισταρχος αρύνειτὸ θώων καὶ ἐπείσθη ἡ παράδοσις ὁ δε παμφιλος περισπᾶι ἐπεὶ τὰ εἰς ες ήγοντα δισυλλα ὀνόματα ἐπι ἐυθείας πληθυντικῆς ἔχει γενικὴν περισπωμενην δι ὃ καὶ τὸ τρώων καὶ δμώων καὶ παίδων ἀνεγίνωσκε ρισπῶν ἔτι δε καὶ τὸ πάντων καὶ λάων καὶ τινῶν περι ὧν λόγον ἔδωκαν καὶ οἱ προ ἡμων καὶ ἡμεις image

msA, 13.166r3, commenting on 13.103 ** θώων ** οἱ θῶες ζωα αλκιμα καὶ ευκινητα ἔδιοι δὲ παραπλήσια ὑιαίνηι . τὸ δε θώων ενιοι περισπῶσιν ἵν’ ὁμοτονῆι το θηρῶν καὶ κυνῶν οὕτως δὲ καὶ ἀρίσταρχος ροφέρεσθαι , διοκλῆς αὶ ὁ θρᾶξ διονύσιος ὡς βαρύνοντα τὴν λέξιν- κασιος δε ἀπολογούμενος ὑπερ τῆς βαρυτονὴσεως φασὶν ὅτι τὰ μονοσύλλαβα ὅταν μὲν ἐχει τὴν πληθυντικὴν ἐπι τῆς τελευταίας συλλαβῆς μετασυμφώνου λεγομένην . πάντως βαρυτονουμενης οἷον τρῶες μᾶες θῶες λᾶες- ἀντίκειται δὲ αὐτῶι τὸ παιδων καὶ πάντων- χαῖρις ε φησιν οὐκ εἶναι ἐν δισυλλάβοις ἀναλογίαν image

msA, 13.166r4, commenting on 13.103 ** λύκωντ’ ἤϊα πέλονται ** ἤϊα βρώματα οὐ τὰ ἐν οίκω δὲ ἐσθι . μενα ἀλλα τὰ ἐν ὁδῶι καὶ πλῶι δεῦτε φίλοι ἤϊα φερώμεθα σιμωνίδης . καὶ τὰ ἄχυρα δὲ ἤϊα λέγεται ὡς δ’ ἄνεμος ζαὴς ἠΐωνθη μῶνα τινάξει άχα δὲ τὰ φερόμενα παρα τὸ ϊέναι- γενηθέντος δὲ γάρ άνέμου δεῦρο κακεῖ σε φέρεται image

msA, 13.166r5, commenting on 13.107 ** νυν δ’ ἕκαθεν πόλιος- ** Ἡρακλέων ξιοῖ οτίζειν πόλιος ἵνα φησὶν ἐμφαίνηι τοιοῦτό τι- τί δὲ λέγω πόλιος ἐπανταῖς γάρ ἤδη ταῖς ναυσὶ μάλονται ἵκανὸν μέντοι βραχὺ διαστέλλειν image

msA, 13.166r6, commenting on 13.115 ** ἀλλ’ ἀκεώμεθα θᾶσσον- ** ὁτὶ ἀμφίβολον τὸ ἀκεώμεθα πότερον ἰαθῶμεν , ἠ ἀκεσώμεθα ὃ καὶ ὑγιὲς ἶον τὸ ἐλαττωωμα ἰασώμεθα image

msA, 13.166r7, commenting on 13.115 ** ἀκεσταί- ** εὐθεράπευτοι εὐΐατοι αἱ γὰρ τῶν ἀγαθῶν φρένες ῥαδίως προς τὸ κρεῖττον μετατίθενται ευθεράπευτοι οὖσαι ῆ θεραπευτικαί image

msAext, 13.166r1, commenting on 13.103 ** ** παρδ παρδαλίων image

msAim, 13.166r1, commenting on 13.110 ** νηῶν ** ὅτι ἐλλειπ ἡ περί περι νηῶν image

msAim, 13.166r2, commenting on 13.118 ** μαχησαίμην ** ἀντι τοῦ ἐγκαλέσαιμι image

msAint, 13.166r1, commenting on 13.103 ** ** οὔτως Ἀρισταρχος ἀλλοι δε πορδαλίων ⁑ image

msAint, 13.166r2, commenting on 13.107 ** ** Ζηνόδοτος καὶ Ἀριστοφάνης νῦν δὲ ἑκὰς πόλιος image

msAint, 13.166r3, commenting on 13.115 ** ** ἔν τισι τῶν ὑπομνημάτῶν διὰ τοῦ τε , ἀκεσταί τε ⁑ image