Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 166v

Manuscript msA, page 166v

image

prev: 166r next: 167r

Iliad text

13.126 ἀμφὶ δ’ ὰρ , Ἀίαντας δοιοὺς ἵ̈σταντο φάλαγγεςimage1

13.127 καρτεραὶ· ἃς οὔτ’ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν .image

13.128 οὔτέ κ’ Ἀθηναίη λαοσσόος· οἱ γὰρ ἄριστοιimage

13.129 κρινθέντες . Τρῶάςτε καὶ Ἕκτορα δῖον ἔμιμνον·image

13.130 φράξαντες δόρυ δουρὶ , σάκος σάκεϊ προθελύμνωι·image

13.131 ἀσπὶς ὰρ ἀσπιδ’ ἔρειδε . κόρυς κόρυν . ἀνέρα δ’ἀνήρ·image

13.132 ψαῦον δ’ ἱ̈ππόκομοι κόρυθες λαμπροῖσι φάλοισιimage1, 2

13.133 νευόντων , ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·image

13.134 ἔγχεα δὲ πτύσσοντο θρασειάων ἀπο χειρῶνimage

13.135 σειόμεν’ . οἳ δ’ ϊθύς φρόνεον , μέμασαν δὲ μάχεσθαι·image1

13.136 Τρῶες δὲ προὔτυψαν ἀολλέες . ἦρχε δ’ ὰρ’ Ἕκτωρimage

13.137 ἀντικρὺ μεμαὼς , ὁλοοίτροχος ὡς ἀπο πέτρης .image1

13.138 ὅν τε κατὰ , στεφάνης ποταμὸς χειμάρροος ὤσηι .image1

13.139 ῥήξας ἀσπέτωι ὄμβρωι ἀναιδέος , ἔχματα πέτρης .image

13.140 ὕψι τ’ ἀναθρώισκων πέτεται· κτυπέει δέ θ’ ὑπ’ αὐτοῦimage1

13.141 ὕλη· ὁ δ’ ἀσφαλέως θέει ἔμπεδον . ἕως ί̈κηταιimage

13.142 ἰ̈σόπεδον . τότε δ’ οὔ τι κυλίνδεται ἐσσυμενός περ·image

13.143 ὡς Ἕκτωρ , εἴως μὲν ἀπείλει μέχρι θαλάσσηςimage1, 2

13.144 ῥεῖα δ’ ἐλεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶνimage

13.145 κτείνων·ἂλλ’ ὅτε δὴ πυκινῆις ἐνέκυρσε φάλαγξι .image

13.146 στῆ ῥα μάλ’ ἐγχριμφθεὶς . οἱ δ’ ἀντίοι υἷες Ἀχαιῶνimage1

13.147 νύσσοντες ξίφεσίντε καὶ ἔγχεσιν ἀμφιγύ ν οισιν .image1, 2

13.148 ὦσαν ἀπὸ σφείων . ὁ δὲ χασσάμενος πελεμίχθη .image1, 2

13.149 ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·image

13.150 Τρῶες . καὶ Λύκιοι . καὶ Δάρδανοι ἀγχιμαχηταί .image

Scholia text

msA, 13.166v1, commenting on 13.126 ** ‡ καρτεραί : ** ἃς οὐτ άν κεν Ἄρης νόσαιτο μετελθῶν- προς τὴν τοῦ χρόνου ἀλλαγὴν ἔστι γὰρ ἀντι τοῦ ωνόσατο καὶ ὅτι δὶς παρείληφε τὸν σύνδεσμον αν αὶ κεν image

msA, 13.166v2, commenting on 13.132 ** ἱππόκομοι κόρυθος ** προπαροξυτονητέον τὸ ἱππόκομοι ἡ γὰρ κόμη ἔγκειται οὐ τὸ κομῶ οὕτως οὖν ἀναγνωστέον κυπαρισσόκομος καλλίκομος . τὰ δ’ ἀπο τῶν εἰς η ηγόντων θηλυκῶν συντιθέμενα καὶ μεταβάλλοντα τὸ τέλος εἰς τὴν εἰς ος ατάληξιν προπαροξύνεται- ἄφωνος ἄναυδος . οὕτως ἱππόκομος τότε μέντοι παροξυτονητέον τὸ ἱπποκόμος ὅτε τὸ κομεῖν ἔγκειται- Νεστορέας ὲν ἔπειθ’ ἵππους θεράποντε κομείτην image

msA, 13.166v3, commenting on 13.132 ** φάλοισι ** συρίγγια ἐπι τῶν μετώπων εἰς ἃ καθίενται οἱ λόφοι ὥστε τοὺς ἐκ τῶν κορύθων λόφοις ψαύειν ἀλλήλων ⁑ image

msA, 13.166v4, commenting on 13.135 ** σειόμεν , οὶ δ’ ϊθὺς φρόνεον . ** βραχὺ διασταλτέον ἐπι τὸ φρόνεον- τὸ γὰρ ἑξῆς οἱ δ’ ϊθὺς φρόνεον μάχεσθαι κὰι μέμασαν ⁑ image

msA, 13.166v5, commenting on 13.137 ** ὀλοοιτροχος- ** λιθ εριφερὴς καὶ στρογγυλ ἐν τῶι τρέχειν ὀλοός ἐπεὶ καταφερόμενος πὰν τὸ ἐμπίπτον βλάπτη- Δημητριος ὁ Γονύπεσος ασύνει ἵν ἧι ὁ λόγος τροχοειδὴς καὶ κατα πᾶν μερος ἀστήρικτος τῶι δε τόνῳ ὡς κακότροπος οὕτως δ’ καὶ Ἡρμαπίας αὶ Νικίας αὶ Ἀριστέας αὶ Ἀριστόνικος κόμανος δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ιλοῦσι καὶ παροξύνουσιν ἀκούοντες τὸν ἐπι τὸ τρέχειν ὁλοὸν καὶ δεινον ἐπένθεσις δὲ του ϊ εριττή καὶ ωρὶς αὐτοῦ σώζεται τὸ μέτρον καὶ ἔδει αὐτῶι ἀναλογησαι , τῶι Ἄτλαντος θυγάτηρ λοόφρονος . Δημόκριτος ὲ τὸ κυλινδρικον σχῆμα ὀλοοίτροχον καλεῖ . καλῶς δὲ βάρβαρον καὶ ἄλογον ορμην ἀψύχω βάρει εἴκασεν δια παντὸς τό που κυλινδουμένω image

msA, 13.166v6, commenting on 13.138 ** στεφάνης : ** περικεφαλαίοις ἡ ὄ+ρους ἐξοχῆς νῦν δὲ λείας πέτρας ⁑ image

msA, 13.166v7, commenting on 13.140 ** ὕψι ** ὡς οἴκοθι καὶ ἀγχι ὡς φησὶ πτολεμαῖος . τινὲς δὲ τοῦτο ὀξύνουσιν ὑψί . ⁑ image

msA, 13.166v8, commenting on 13.143 ** ὡς ἕκτωρ ἵως μὲν ** τὸ εἵως νταῦθα κεῖται ἀντι τοῦ τεώς διὅπερ οὔτε στιγμὴν οὔτε ἀντ απόδοσιν ἔχει ἐπι φερομένην ⁑ image

msA, 13.166v9, commenting on 13.143 ** απειλει ** ἠπείλει ὑπισχνεῖτο ἐσθ’ ὅτε δὲ τὸ καυχᾶται καὶ ἐπι πλήσσει δηλοῖ ⁑ image

msA, 13.166v10, commenting on 13.147 ** νύσσοντες ξίφεσίν τε καὶ ἔχεσιν μφιγύιοισιν ** προς τὸ ἀμφιγύιοισιν τι οἱ μὲν ἐπεὶ ἀμφοτέραις ταῖς χερσὶ διερείδοντες χρῶνται- οἱ δὲ ἀπο τοῦ γυῶσαι ὅτι βλάπτει ἀμφοτέρωθενοἱ δὲ μεταφορικῶς ἀπο τῶν γυιῶν τι ἑκατέρωθεν ἄκρον ἔχει γυῖα γὰρ τὰ ἄκρα ⁑ image

msA, 13.166v11, commenting on 13.148 ** ὧσαν ἀπο σφείων ὁ δὲ χασάμενος ελεμίχθη ** ὅτι Ζηνόδοτος ρἀφει ὁ δὲ χάσσατο πολλὸν ὀπίσω , ἠγνόησε δὲ ὅτι τὰ ἐμπεπηγοτ όρατα τῃ ἀσπίδι ἀναχωροῦντες διατινάσσουσιν ἵνα ἀποπέσῃ ⁑ image

msA, 13.166v12, commenting on 13.148 ** ιαπρύσιον : ** δια παντὸσ του πέρατοσ ἀκουσθῆναι δυνάμενον ἢ διαπεράσιμενον εἰσ ἀκοάσ- ἠ διαπύρσιον διαφανὲσ καὶ σημαντικόν ⁑ image

msAext, 13.166v1, commenting on 13.147 ** ** ἀμφιγύοισιν image

msAil, 13.166v1, commenting on 13.146 ** ** ἐνερίσας ⁑ image