Manuscript msA, page 167r
| prev: 166v | next: 167v |
13.151 παρμένετ’· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ
13.152 καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες .1
13.153 ἂλλ’ ὀίω χάσσονται ὑπ έγχεος . εἰ ἐτεόν με
13.154 ὦρσε θεῶν ὤριστος ἐρίγδουπος πόσις Ἥρης .
13.155 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου·
13.156 Δηΐφοβος δ’ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
13.157 Πριαμίδης , πρόσθεν δ’ ἔχεν ἀσπίδα πάντοσ’ ἐΐσην .
13.158 κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων·1, 2
13.159 Μηριόνης . δ’ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ·1
13.160 καὶ βάλεν . οὐδ’ ἀφάμαρτε . κατ ασπίδα πάντοσ’ ἐΐσην1
13.161 ταυρείην . τῆς δ’ οὔ τι διήλασεν , ἀλλὰ πολὺ πρὶν1
13.162 ἐν καυλῷ εάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ
13.163 ἀσπίδα ταυρείην σχέθ’ ἀπο ἕο· δεῖσε δὲ θυμῷ
13.164 ἔγχος Μηριόνᾱο δαΐφρονος· αὐτὰρ ὅ γ’ ἥρως
13.165 ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο . χώσατο δ’ αἰνῶς1
13.166 ἀμφότερον . νίκης τε , καὶ ἔγχεος ὃ ξυνέαξε·
13.167 βῆ δ’ ϊέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
13.168 οἰσόμενος δόρυ μακρὸν , ὅ οἱ κλισίηφι , λέλειπτο·1
13.169 οἳ δ’ ἄλλοι μάρναντο , βοὴ δ’ ἄσβεστος ὀρώρει·
13.170 Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
13.171 Ἴ¨μβριον αἰχμητὴν . πολυΐππου Μέντορος υἱόν·
13.172 ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν ·1
13.173 κούρην δὲ Πριάμοιο νόθην ἔχε , Μηδεσικάστην ·
13.174 αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι .
13.175 ἂψ εἰς Ί¨λιον ἦλθε , μετέπρεπε δὲ Τρώεσσι·
13.176 ναῖε δὲ παρ Πριάμῳ· ὁ δέ μιν τῖεν ῗσα τέκεσσι·
13.177 τόν ῥ’ υἱὸς Τελαμῶνος ὑπ’ ούτος ἔγχεϊ μακροῷ
msA, 13.167r1, commenting on 13.152 ** πυργηδόν ** δίκην πύργου εντάξει- ἐστι δὲ ἐπίρρημα παραβολοειδὲσ ὅμοιον τῷ σφαιρηδόν ⁑
msA, 13.167r2, commenting on 13.158 ** κοῦ φα ποσὶπροβιβᾶσ ** ἥτοι μετέωρα καὶ ὐτηλὰ προβάινων ἠ επάκρων τῶν ποδῶν βαδίζων ὁ ἐστι ἀκροβη ματίζων ⁑
msA, 13.167r3, commenting on 13.158 ** ὑπασπίδια προποδίζων ** ὑπο την ἀσπίδα ηρένα καὶ εὐρύθνοσ βαίνων ὑπο την ασπίδα τοὺς πόδας τιθεῖς τοῦ τέστι περι καλύπτων ἀυτοὺς τῇ ἀσπίδι κατὰ τὴν πορείαν . ἐξ οῦ πρόδηλον ὁτὶ οῦκ εῖχεν ὁ δηΐφοβος ἀμφιβρότην ἀσπίδα οὐδὲ ὄπλα ἢ ἂν ἀυτὴν ἐκράτει ⁑
msA, 13.167r4, commenting on 13.159 ** Μηριόνης αὐτοῖο τιτύσκετο ** ὅτι παραλέλειπται πρόθεσις ἡ επῖ καὶ ἡ γενικῆ ἀντι τῆς αιτιατικης κεῖται τὸ γὰρ όλον ἀντι του ἐπαυτον ὡσ καὶ σὺ ἀλλ αγ ὂ ΐστευσον μενελάου
msA, 13.167r5, commenting on 13.168 ** οἰσόμενος ** κομίσων ἐνεγκῶν διαφέρει τὸ οἴσων καὶ οἰσόμενος οἴσων μὲν γὰρ καὶ ἑτερῳ οἰσε θέειον γρῆϋ κακῶν ἄκος οἴσετε δ’ ἄρν’ ετερον λευκὸν ἰσόμενος δέ ἐαυτῶ ⁑
msA, 13.167r6, commenting on 13.172 ** ναῖε δὲ Πήδαιον : ** ὁτι Ζηνόδοτος ράφει ὃς νάε Πήδαιον να κατάλληλον τον λόγον κατ υναλιφὴν ποιήση . αγνοεῖ δὲ ὁτι Ὄμηρος ιακόπτει τὰς φράσεις . ἵνα μὴ μακροπερίοδος γένηται ἄλλα ε καὶ κακόμετρον τὸ ἔπος ποιεῖ ⁑
msAil, 13.167r1, commenting on 13.109 ** ** έςτοχάζετο ⁑
msAim, 13.167r1, commenting on 13.116 ** ** Ζηνοδοτος ξυνεηξι ⁑
msAint, 13.167r1, commenting on 13.160 ** ** τὸ εξῆσ καὶ βαλε κατ’ ασπίδα ουτως οὖν διὀρθωτέον ⁑
msAint, 13.167r2, commenting on 13.165 ** ** οτι νῦν χώσατο αντι τοῦ συνεχυθη ⁑
msAint, 13.167r3, commenting on 13.161 ** ** οτι λέγουσι αἱ προθέσεισ περι νίκουσ καὶ περι έγχουσ ⁑