Manuscript msA, page 167v
| prev: 167r | next: 168r |
13.178 νύξ’ . ἐκ δ’ ἐσπασεν ἔγχος . ὁ δ’ αυτ’ ἔπεσεν μελίη ὣς .1
13.179 ἣ τ’ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο1
13.180 χαλκῷ ταμνομένη , τέρενα χθονὶ φύλλα πελάσσῃ .
13.181 ὡς πέσεν . ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ·
13.182 Τεῦκρος δ’ ὡρμήθη μεμαὼς ἀπο τεύχεα δῦσαι .
13.183 Ἕκτωρ δ’ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ .
13.184 ἂλλ’ ὁ μὲν ἄντα ἰ̈ δὼν . ἠλεύατο χάλκεον ἔγχος
13.185 τυτθὸν . ὁ δ’ Ἀμφίμαχον Κτεάτου υἷ’ Ἀκτορίωνος
13.186 νισόμενον πολέμον δὲ καταστῆθος βάλε δουρί·1
13.187 δούπησεν δὲ πεσών ἀράβησε δὲ τεύχε’ ἐπαὐτῷ ;
13.188 Ἕκτωρ δ’ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
13.189 κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο .
13.190 Αἴας δ’ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
13.191 Ἕκτορος , ἂλλ’ οὔ πῃ χροὸς εἴσατο . πᾶς δ’ ἄρα χαλκῷ ;1, 2, 3
13.192 σμερδαλέῳ κεκάλυφθ’ , ὁ δ’ ὰρ’ ἀσπίδος ὀμφαλὸν οῦτα .
13.193 ῶσε . δέ μιν σθένεϊ μεγάλῳ . ὁ δ’ ἐχάσσατ’ ὀπίσσῳ
13.194 νεκρῶν ἀμφοτέρων . τοὺς δ’ ἐξείρυσσαν Ἀχαιοί ·
13.195 Ἀμφίμαχον μὲν ἄρα Στιχίος , δῖός τε Μενεσθεὺς .
13.196 ἀρχοὶ Ἀθηναίων , κόμισαν μετα λαὸν Ἀχαιῶν ·
13.197 Ἴ¨μβριον αὖτ’ Αἴαντε μεμαότε θούριδος ἀλκῆς .1
13.198 ὥς τε δύ’ αἶγα . λέοντε κυνῶν ὕπὸ καρχαροδόντων
13.199 ἁρπάξατε φέρητον ἀνα ῥωπήϊα πυκνὰ .
13.200 ὑψοῦ ὑπὲρ γαίης μεταγαμφηλῇσιν ἔχοντε .
13.201 ὥς ρα τὸν ὑψοῦ ἔχοντο δύω Αἴαντε κορυστὰ .
13.202 τεύχεα συλήτην· κεφαλὴν δ’ ἁπαλῆς ἀπὸ δειρῆς
13.203 κόψεν Ὀϊλιάδης κεχολωμένος . Ἀμφιμάχοιο ·1
13.204 ἧκε δέ μιν σφαιρηδὸν . ἐλιξάμενος δι’ ὁμίλου .
msA, 13.167v1, commenting on 13.191 ** Ἕκτορος λλ’ οὔ πη χροὸς εἴσατο : ** ὅτι διήιρηκεν χροὸς ντι τοῦ χρῶς δι ὃ βαρυτονητὲ καὶ ὅτι τὸ εἴσατο νῦν ἀντι τοῦ ἐφάνη ⁑
msA, 13.167v2, commenting on 13.191 ** ** οὕτως αἱ ἀριστάρχου χροὸς ς λόγος βούλεται δὲ διηιρῆσθαι τὴν ευθ ζηνόδοτος ὲ γράφει χρῶς εἴσατο ⁑
msA, 13.167v3, commenting on 13.191 ** ἂλλ’ οὔ πῃ χροὸς- ** ἀλεξίων ησὶν ὅτι ἀριστάρχος ς σοφὸς προηνέγκατο- τυραννίων δὲ ὡς πόλος καὶ ἔχει λόγον ἐκατέρα ἡ ἀνάγνωσις ἐὰν μὲν χρόος ὡς πόλος κατευθεῖαν πτῶσιν αναγνῶμεν ἔσται τὸ λεγόμενον ἀλλ ουδαμῶς ὁ χρῶς ἐφάνη ἐὰν δὲ χροὸς ς σοφὸς . κατα γενικὴν πτῶσιν ἔσται- ἀλλ ουδαμῶς τοῦ χρωτὸς διῆλθε . τὸ γὰρ εἴσομαι , καὶ τὸ φανῆναι σημαίνει καὶ τὸ διελθεῖν ἐπι κρίνομεν δὲ ἡ μεῖς περὶ τῆς ἀναγνώσεως ἐκεῖνο ὡς ὅτι πιθανόν ἐστι μᾶλλον τὴν γενικὴν ἐκ δεχεσθαι , ἤπερ τὴν ἐυθείαν οὐ γὰρ ἀυτῶι ἔθος ἐυθείαν μὲν ἐπίστασθαι εἰς ος ερατουμένην . ἐπεὶ οὔ σφι λιθ ρῶς οὐδὲ σίδηρος , καὶ ἀκόλουθος αἰτιατικὴ χρῶτ’ ἀπονιψαμέν -τὰς δὲ ἄλλας πλαγίους οῖδεν ἀπο τῆς εἰς ους υθείας χροος ἀμεναι ἀνδρομαχ χροῒ δ’ ἐντε’ ἐδύσατο παμφανόωντα αὶ τὴν αἰτιατικήν μήτις χρόα καλόν στε εἰ οὐ κεκώλυται τῆς γενικῆς ἡ σύνταξις τί ἐστι τὸ κατεπεῖγον μὴ τῆι συνήθει κλήσει τὴν ἀνάγνωσιν ποιεῖσθαι ⁑
msA, 13.167v4, commenting on 13.197 ** Ἴμβριον ὖτ’ αἴαντε ** τι συνεχῶς κέχρηται τοῖς δυϊκοῖς- ἡ δὲ ἀναφορὰ προς τὰ περι τῆς πατρίδος , ἀθηναῖον ὰρ ἴδιον ⁑
msA, 13.167v5, commenting on 13.203 ** κόψεν Ὀϊλιάδης ** τι ἐλλείπει ἡ περὶ περὶ αμφιμάχου αὶ ὅτι ζηνόδοτος ρθον ἐνόμιζε τὸ ο ἰλέως ὸν αἴαντα αὶ οὐκ ὀϊλεως κούων δι ὃ καὶ ἔγραφεν κόψεν ὰρ ἰλιάδης ⁑
msAil, 13.167v1, commenting on 13.186 ** ** παραγινόμε ⁑
msAim, 13.167v1, commenting on 13.178 ** ** ἑναλλγεν αὶψ ἕπεσεν ⁑
msAim, 13.167v2, commenting on 13.179 ** ** ουτα αριστα ἑνικῶσ αλλοι ὴ κορυφᾶις ⁑
No relations found for urn:cts:greekLit:tlg5026.msAim.dipl:13.167v3