Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 168r

Manuscript msA, page 168r

image

prev: 167v next: 168v

Iliad text

13.205 ἕκτωρ δὲ προπαροίθε ποδῶν πέσεν ἐν κονίηισι·image1

13.206 καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθηimage

13.207 υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι·image1

13.208 βῆ δ’ ϊέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶνimage

13.209 ὀτρυνέων Δαναοὶς . Τρώεσσι δὲ κήδε’ ἔτευχεν·image

13.210 Ἰ¨δομενεὺς δ’ ἄρα οἱ , δουρι , κλυτὸς ἀντεβόλησενimage

13.211 ἐρχόμενος παρ’ ἑταίρου· ὅ οἱ νέον ἐκ πολέμοιοimage1

13.212 ἦλθε κατ’ ἰγνυὴν βεβλημένος ὀξέϊ χαλκῷ·image1, 2

13.213 τὸν μὲν ἑταῖροι ἔνεικαν . ὁ δ’ ἰ¨ητροῖς ἐπιτείλαςimage1

13.214 ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνᾱimage

13.215 ἀντιάαν . τὸν δὲ προσέφη κρείων ἐνοσίχθων .image

13.216 εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι ·image

13.217 ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι .image1

13.218 Αἰτωλοῖσιν ἄνασσε , θεὸς δ’ ὡς τίετο δήμῳ·image1

13.219 Ἰ¨δομενεῦ , Κρητῶν βουληφόρε . ποῦ τοι ἀπειλαὶimage

13.220 οἴχονται , τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν ·image

13.221 τὸν δ’ αὖτ’ Ἰ¨δομενεὺς Κρητῶν ἀγὸς ἀντίον ήυδᾱ·image

13.222 ‘ὦ Θόαν . οὔ τις ἀνὴρ νῦν γ’ αἴτιος . ὅσσον ἔγωγεimage1, 2

13.223 γινώσκω . πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν .image1

13.224 οὔτέ τινα δέος ἴ¨σχει ἀκήριον , οὔτέ τις ὄκνῳimage1

13.225 εἴκων ἀνδύεται πόλεμον κακόν . ἀλλά που οὕτωimage1

13.226 μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι .image1

13.227 νωνύμνους ἀπολέσθαι ἀπ’ ἄργεος υἷας Ἀχαιῶν .image1

13.228 ἀλλὰ Θόαν . καὶ γὰρ τὸ πάρος μενεδήϊος ῆσθα .image

13.229 ὀτρύνεις δὲ καὶ ἄλλον ὅτε μεθιέντα ἴ¨δηαι·image1, 2, 3

Scholia text

msA, 13.168r1, commenting on 13.212 ** ἤλθε ατ’ ἰγνύην- ** ϊωνικὼς μετέβαλε τὸν τόνον ἐπεὶ τὸ ἀκόλουθον ἰγνύα ἔστιν ὡς ἡρωιδιανος ν τῶι ια ῆς καθόλου ⁑ image

msA, 13.168r2, commenting on 13.218 ** αἰτωλοῖσιν νασσε ** αἱτωλὸς αῖς μὲν ἤν ἐνδυμίωνος ς ἀκούσιον φόνον δράσας ἔφυγεν εἰς τὴν ἀπ αυτοῦ προσαγορευθεῖσαν αἰτωλίαν ακεῖ τεκνοῦται πλευρῶνα φ οῦ ἡ ἐν αιτωλίαι όλις πλευρὼν κλήθη τούτου δὲ γίγνονται δύο παῖδες ἀφ ὦν ἄλλαι δύο πόλεις ἐν αιτωλίαι ροσηγορευθησαν ⁑ image

msA, 13.168r3, commenting on 13.222 ** ὦ Θόαν ** ὅτι σὺν τῷ ν κλητική ἡ δὲ ἀναφορὰ προς τὸ ὅτε ὺ Κάλχαν . ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν image

msA, 13.168r4, commenting on 13.229 ** ὀτρύνεις δὲ καὶ ἄλλον . ** ἐνεστῶς ἀντὶ παρῳχημένου τὸ ὀτρύνεις - ὡς ζαχρηεῖς τελέθουσιν ἀντι τοῦ ετέλεσθον αρῳχημένου ⁑ image

msAext, 13.168r1, commenting on 13.212 ** ** κατ’ ιγνύην image

msAext, 13.168r2, commenting on 13.229 ** ** ὅθι μεθιέντα image

msAil, 13.168r1, commenting on 13.207 ** ** τοῦ Ἀμφιμάχου image

msAil, 13.168r2, commenting on 13.211 ** ** τοῦ Μαχάονος image

msAim, 13.168r1, commenting on 13.205 ** ** οτ πτῶσις ήλλακται αντ τοῦ Ἔκτορος image

msAim, 13.168r2, commenting on 13.213 ** ** οτ ένεικαν εἴρηκεν ὡς βασταζομεν ἀυτ δια τὸ τραῦμα ⁑ image

msAim, 13.168r3, commenting on 13.217 ** ** οτ πτωσις ηλλακτ αντ τοῦ ὅς πασς Πλευρων ⁑ image

msAim, 13.168r4, commenting on 13.222 ** ** Αρισταρχ μετα τοῦ γ νὺν γ’ αίτιος ⁑ image

msAim, 13.168r5, commenting on 13.225 ** ** ουτ δια τοῦ ν ἀνδύετ αἱ Αριστ image

msAim, 13.168r6, commenting on 13.227 ** ** γράφεται καὶ ενθα’ δ’ Ἀχαιοὺς image

msAim, 13.168r7, commenting on 13.229 ** ** γράφεται καὶ ὅθι μεθιέντα Ζηνοδότ δὲ ότις μεθίῃσι πόνοιο ⁑ image

msAint, 13.168r1, commenting on 13.223 ** ** οτ ἐπιστάμεθ αντ τοῦ δυνάμεθ . image

msAint, 13.168r2, commenting on 13.224 ** ** ἔν τισι τῶν αντιγράφων δια τοῦ δε ουδ . image

msAint, 13.168r3, commenting on 13.226 ** ** οτ ἀντι τοῦ έοικε τὸ μέλλει image