Manuscript msA, page 168v
| prev: 168r | next: 169r |
13.230 τῶ νῦν μήτ’ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ·
13.231 τὸν δ’ ἠμείβετ’ ἔπειτα Ποσιδάων ἐνοσίχθων·1
13.232 ‘Ἰδομενεῦ , μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
13.233 ἐκ Τροίης . ἂλλ’ αὖθι κυνῶν μέλπηθρα γένοιτο·1
13.234 ὅς τις ἐπ’ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι·
13.235 ἂλλ’ ἄγε τεύχεα δεῦρο λαβὼν ἴ¨θι , ταῦτα δ’ ἅμα χρὴ
13.236 σπεύδειν , αἴ κ’ ὄφελός τι γενώμεθα καὶ δύ’ ἐόντε ,1
13.237 συμφερτὴ δ’ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν·1, 2, 3
13.238 νῶϊ δὲ καί κ’ ἀγαθοῖσιν ἐπιστάμεσθα μάχεσθαι·1
13.239 ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
13.240 ἰ̈δομενεὺς δ’ ὅτε δὴ κλισίην εΰτυκτον ΐκανε ,1
13.241 δύσετο τεύχεα καλὰ περὶ χροῒ· γέντο δὲ δοῦρε·
13.242 βῆ δ’ ΐμεν ἀστεροπῇ ἐναλίγκιος , ἥν τε Κρονίων
13.243 χειρὶ λαβὼν ἐτίναξεν ἀπ’ αἰγλήεντος Ὀλύμπου .
13.244 δεικνὺς σῆμα βροτοῖσιν : ἀρίζηλοι δέ οι αὐγαί·
13.245 ὣς τοῦ χαλκὸς ἔλαμπε περι στήθεσσι θέοντος·1
13.246 Μηριόνης δ’ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν1, 2
13.247 ἐγγὺς ἔτι κλισίης . μετὰ γὰρ δόρυ χάλκεον ῄει
13.248 οἰσόμενος : τὸν δὲ προσέφη σθένος Ἰ¨δομενῆος :
13.249 ‘Μηριόνη . Μόλου υἱὲ , πόδας ταχὺ . φίλταθ’ ἑταίρων .
13.250 τίπτ’ ἦλθες , πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα
13.251 ἦ έτι βέβληαι . βέλεος δέ σε τείρει ἀκωκή .
13.252 ἦ έτευ ἀγγελίης μετ’ ἔμ’ ἤλυθες ; οὐδέ τοι αὐτὸς1, 2
13.253 ῆσθαι ἐνι κλισίῃσι λιλαίομαι . ἀλλὰ μάχεσθαι·
13.254 τὸν δ’ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηύδᾱ .
msA, 13.168v1, commenting on 13.233 ** μελπηθρα ** ἐμπαίγματα παίγνια μετα κόρον γὰρ σφαιρίζουσι τὰς σάρκας οἱ κῦνες λέων δὲ τὸ πᾶν ἐσθίει καὶ Κύκλωψ ἤσθιε δὲ ὥστε λέων ⁑
msA, 13.168v2, commenting on 13.236 ** σπεύδειν αἴκ’ ὄφελος τι ** ὅτι τοῦ σπεύδειν ὐκ ἐστιν ἐπι τοῦ ταχύνειν λλ επι τοῦ ἐνεργεῖν ⁑
msA, 13.168v3, commenting on 13.237 ** συμφερτὴ δ’ ἀρετὴ πέλει , ** τὸ τῆς συναλιφῆς σημεῖον ὑπὸ τὰς τελευταίας δύο λέξεις θετέον ἐξ ἀμφοτέρων γὰρ ἓν δηλοῦται τὸ λυγροτάτων πρὸς ὃ καὶ Ἀρίσταρχος ημειοῦται τὸν στίχον ἵν ᾖ ὁ λόγος συμφερητὴ τίς νδρῶν ἀρετὴ καὶ τῶν ἀσθενεστάτων οἷον οὐ μόνον κατὰ ἕνα ἀλλὰ καὶ κατὰ πλῆθος ἐστί τις ἀρετὴ νοουμένη κὰν εἷς ἕκαστος ἀσθενὴς ἦ καθ αὑτόν . εὰν δὲ χωρίζωμεν τὰς δύο λέξεις εὐεμπτῶτως ἕξομεν ἐπι τὸ ἀπεμφαῖνον ἐστὶ τοιοῦτο- συμφορητή τις ἀρετὴ ἀνδρῶν ἐστι καὶ μάλιστα τῶν ἀσθενῶν ὅπερ οὐκ ἔστιν ⁑
msA, 13.168v4, commenting on 13.246 ** θεράπων ἐῢς ἀντεβολησεν : ** ὁ Ἀσκαλονίτης ησὶν ὅτι Ἀρίσταρχος ύο ποιεῖ θεράπων καὶ ἐῢς- τινὲς δὲ ὑφ’ ἓν ἀνέγνωσαν ὡς Ἐτεωνεύς τι δὲ δεῖ κατὰ διάλυσιν ἀναγινώσκειν καὶ οὐ παρωνύμῳ τύπῳ διδαχθησόμεθα ἐξ αὐτῆς τῆς φωνῆς , ἐγίνετο γὰρ ἂν θεραποντεύς ἀπο γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτος τύπος παραγεσθαι εἴγε καὶ παρα τὴν λέοντος Λεοντεύς ὐχὶ Λεωνεύς - παρά τε τὴν Αἰθίοπος Αἰθιοπεύς ⁑
msAext, 13.168v1, commenting on 13.231 ** ** Ποσειδάων
msAext, 13.168v2, commenting on 13.238 ** ** γνω ἐπισταίμεσθα
msAext, 13.168v3, commenting on 13.240 ** ** εὔτυκτον
msAil, 13.168v1, commenting on 13.237 ** ** αντ τοῦ ἐκπλήθους
msAil, 13.168v2, commenting on 13.252 ** ** λείπει χάριν
msAim, 13.168v1, commenting on 13.237 ** ** Ζηνοδ συμφερτος δὲ βίη ⁑
msAim, 13.168v2, commenting on 13.245 ** ** Ζηνοδ καὶ Ἀριστοφανής ἐνιστήθεσσι ⁑
msAim, 13.168v3, commenting on 13.252 ** ** αντ ἄγγελος ουτ ἀγγελίας ⁑
msAint, 13.168v1, commenting on 13.246 ** ** Ζηνοδ καὶ Αριστοφα δουρικλυτός ⁑