Manuscript msA, page 169r
| prev: 168v | next: 169v |
13.256 ἔρχομαι εἴ τί τοι ἔγχος ἐνι κλισίῃσι λέλειπται .
13.257 οἰσόμενος . τό νῦ γὰρ κατεάξαμεν ὃ . πρὶν . ἔχεσκον .1, 2, 3
13.258 ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος·
13.259 τὸν δ’ αὖτ’ Ἰ¨δομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα :
13.260 δούρατα δ’ αἴ κ’ ἐθέλῃσθα καὶ ἓν . καὶ εἵκοσι δήεις1
13.261 ἑσταότ’ ἐν κλισίῃ . προσενώπια . παμφανόωντα .1
13.262 Τρώϊα , τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω
13.263 ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν·
13.264 τῶ μοι δούρατά τ’ ἐστι καὶ ἀσπίδες ὀμφαλόεσσαι .
13.265 καὶ κόρυθες , καὶ θώρηκες λαμπρὸν γανόωντες·
13.266 τὸν δ’ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
13.267 καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
13.268 πὸλλ’ ἔναρα Τρώων . ἂλλ’ οὐ σχεδόν ἐστιν ἑλέσθαι·
13.269 οὐδὲ γὰρ οὐδ’ ἐμὲ φημὶ λελασμένον ἔμμεναι ἀλκῆς .
13.270 ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν
13.271 ἵ¨σταμαι . ὁππότε νεῖκος ὀρώρηται πολέμοιο·
13.272 ἄλλον πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων
13.273 λήθω μαρνάμενος . σὲ δὲ ΐδμεναι αὐτὸν ὀΐω·
13.274 τὸν δ’ αὖτ’ Ἰ¨δομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
13.275 οἶδ’ ἀρετὴν οἷός ἐσσι . τί σε χρὴ ταῦτα λέγεσθαι .1
13.276 εἰ γὰρ νῦν παρα νηυσὶ λεγοίμεθα πάντες ἄριστοι1
13.277 ἐς λόχον , ἔνθα μάλιστ’ ἀρετὴ διαείδεται ἀνδρῶν .
13.278 ἔνθ’ . ὅ τε δειλὸς ἀνὴρ . ὅς τ’ ἄλκιμος , ἐξεφαάνθη .1
13.279 τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ .
13.280 οὐδέ οἱ , ἀτρέμας ῆσθαι ἐρητύετ’ ἐν φρεσὶ θυμὸς .
msA, 13.169r1, commenting on 13.257 ** ‡ το νυ γὰρ κατεαξαμεν ὃ πρὶν ἔχεσκον : ** πληθυντικῶι ἑνικὸν ἐπὴγαγε καὶ Εὐριπιδης κωλυόμεσθα μὴ παθεῖν ὃ βούλομαι ινὲς δὲ κατέαξα ἵνα ᾖ ὁ μὲν γὰρ εῖχον κατέαξα , ὡς ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν
msA, 13.169r2, commenting on 13.261 ** ἐνώπια ** οἱ ἐναντίοι κατὰ τὰς εἰσόδους τοῖχοι- βραχὺ δὲ διασταλτέον ἐπι τὸ ἐνώπια ἵν ᾖ δούρατα παμφανόωντα- τὸ δὲ αὐτὸ καὶ ἐν τῆι θ αψωδία . ἅρματα δ’ ἔκλιναν προσενώπια παμφανόωντα . ⁑
msA, 13.169r3, commenting on 13.276 ** ‡ εἰ γὰρ νῦν παρανηυσὶ λεγοίμεθα πάντες ἄριστοι- ** τὸ ἑξῆς ἐστιν . εἰ γὰρ νῦν λεγοίμεθα εἰς λόχον- οὐδέ κεν ἔνθα τέον γε μένος . τὰ δὲ λοιπὰ δια μέσου προς κατασκευὴν τοῦ δυσυπομενητὸν εἶναι καὶ τοῖς ἀνδρειοτάτοις τὴν ἐνέδραν . ἡ διπλῆ δὲ ὅτι παραλλήλως τὸ λεγοίμεθα - ποτὲ μὲν ἐπι τοῦ ἀριθμοίμεθα οτὲ δὲ ἐπὶ τοῦ διαλεγοίμεθα
msA, 13.169r4, commenting on 13.278 ** ἔνθ’ ὅ τε δειλὸς ἀνήρ ὅς τ’ ἄλκιμος- ** ὑποστικτέον μεθα τὸ ἄλκιμος - λείπει γὰρ τὸ ἐστι ῆμα δια τὸ ος ποτακτικὸν ἄρθρον ⁑
msAim, 13.169r1, commenting on 13.257 ** ** Ζηνοδ κατεήξαμεν δια τὸ καὶ ἐν τοῖς ἔμπροσθεν ὃ ξυνεήξε λέγειν ⁑
msAim, 13.169r2, commenting on 13.260 ** ** ουκ ἀπίθανον διαστέλλειν ἐπι τὸ ἑν προς το σαφές .
msAim, 13.169r3, commenting on 13.275 ** ** οτ πρόθεσις παρείται καὶ ἡ πτῶσις ήλλακται ἀντι τοῦ περι τουτῶν διαλέγεσθαι ⁑
msAint, 13.169r1, commenting on 13.257 ** ** οτ πληθυντικῶς κατεάξαμεν καὶ ἑνικῶς οἰσομενος καὶ ἔχεσκον ⁑