Manuscript msA, page 169v
| prev: 169r | next: 170r |
No texts matching urn:cts:greekLit:tlg0012.tlg001:
msA, 13.1, commenting on 13.281 ** ‡ μετοκλάζει : ** μετακαθίζει ἐπ αμφοτέρους πόδας ὁ κλὰξ γάρ ἐστι τὸ ἐπι γόνυ ὅ ἐστιν ἐγκλίνει τὰ γόνατα . δια δειλίαν μετὰ καθίζον ⁑
msA, 13.2, commenting on 13.282-13.283 ** πάταγος ** κτῦπος πατάσσει ὖν κτυπεῖ ἢ κινεῖται μείζωνι παλμῷ ἀπο τοῦ φόβου ⁑
msA, 13.3, commenting on 13.288 ** εἴπερ γάρ κε βλεῖο : ** βλεῖο βληθείης - ἔστι δὲ ἀκόλουθον μετοχῇ τῇ βλέμενος - κέχρηται Ἐπίχαρμος καὶ τῷ ἐνεργητικῷ αἱκα τυ βλείης σφενδόνᾳ - ὡς οὖν θέμενος θεῖο ὕτω βλέμενος βλεῖο ο δὲ βλείης ῇ βλεῖς αράκειται ⁑
msA, 13.4, commenting on 13.299 ** τῷ δε φίλος Φόβος ἱὸς : ** τι ῥητῶς Ἄρεως ἱὸς Φόβος - ἡ δὲ ἀναφορὰ πρὸς τὴν ἀμφιβολίαν τοῦ καί ρ’ ἵππους κέλετο Δεῖμόν ε Φόβον ε
msA, 13.5, commenting on 13.301 ** τῷ μὲν ἂρ ἐκ Θρῄκης ** ὅτι πο στὶν ἐπὶ Θεσπρωτίας Ἐφύρα φ ἧς αἱ Φύραι ἱ κατοικοῦντες λέγονται- λέγει δέ ποτε καὶ τὴν Κόρινθον Ἐφύραν ξ ηρωϊκοῦ προσώπου- ἰστέον δὲ ὅτι Ἐφύραι έσσαρές εἰσὶν μία μὲν ἡ κατ Θεσσαλίαν - δευτέρα δὲ ἡ κατ ὴν ἤπειρον- τρίτη δὲ ἡ τῆς Ἥλιδος αὶ τετάρτη ἡ νῦν καλούμεναι Κόρινθος ῦν γοῦν λέγει τοὺς καλουμένους Κραννονίους ν Θεσσαλία ς Ἀπολλόδωρος στορεῖ ⁑
msA, 13.6, commenting on 13.302 ** ἡὲ μετα Φλεγύας μεγαλήτορας : ** Φλεγυίαι Γόρτυναν ατοικοῦντες παρανομώτατον καὶ ληστρικὸν διῆγον βιον κατατρέχοντες τοὺς περιοίκους- χαλεπῶς ἠδίκουν , Θηβαῖοι ὲ πλησίοχωροι ὄντες ἐδεδοίκεσαν καὶ μεχρι πολλοῦ εἰ μη Ἀμφίων αὶ Ζῆθος ἱ Διὸς αὶ Ἀντιοπης τείχισεν τὰς Θήβας - εἶχε γὰρ Ἀμφίων ύραν παρα Μουσῶν αὐτῷ δεδομενην : δι ῆς κατέθελγε καὶ τοὺς λίθους ὥστε καὶ προς τὴν τειχοδομίαν αὐτομάτους ἐπέρχεσθαι τουτῶν οὖν μὲν ζώντων οὐδὲν οἱ Φλεγῦαι τοὺς Θηβαίους δύναντο διαθεῖναι θανόντων δὲ αυτῶν ἐπελθόντες σὺν Εὐρυμάχω ῷ βασιλεῖ τὰς Θηβας ῖλον- πλείονα δὲ τολμῶντες ἀδικηματα κατα Διὸς ροαίρεσιν ὑπο Ἀπολλωνος ιεφθάρησαν- οὗτοι δὲ ἐνέπρησαν καὶ τὸν ἐν Δελφοῖς αὸν τοῦ Ἀπόλλωνος ἱστορία παρα Φερεκύδει
msAim, 13.1, commenting on 13.287 ** ** οτ ἐλλείπει τὸ τίς ὄνοιτό τις :
msAim, 13.2, commenting on 13.289 ** ** ουτ Ἀρισταρχ οὐκ ὰν δια τοῦ α αἱ δε κυναὶ οὐ κεν
msAim, 13.3, commenting on 13.298 ** ** ουτ μετα τῆς μετα προθ μέτεισι ⁑
msAint, 13.1, commenting on 13.287 ** ** ουτ δια τοῦ γε συνδ αἱ Αρισταρχου
msAint, 13.2, commenting on 13.288 ** ** οτ διέσταλκε τὸ βαλεῖν καὶ τυψαι ⁑