Manuscript msA, page 16r
| prev: 15v | next: 16v | 
1.201  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·1
1.202  τίπτ’ αὖτ’ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας·1
1.203  ἦ ἵ̈να ὕβριν ἰ̈δῆ Ἀγαμέμνονος 						Ἀτρείδαο ;1, 2
1.204  ἀλλ’ ἔκ τοι ἐρέω . τὸ δὲ καὶ τετελέσθαι ὀΐω·1, 2, 3, 4
1.205  ᾗς ὑπεροπλίῃσι , ταχ’ ἄν ποτε θυμὸν ὀλέσσαι·1, 2
1.206  τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
1.207  ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος . αἴ κε πίθηαι·
1.208  οὐρανόθεν . πρὸ δέ μ’ ἧκε θεὰ λευκώλενος Ἥρη 				
1.209  ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
1.210  ἀλλ’ άγε λῆγ’ έριδος , μηδὲ ξίφος ἕλκεο χειρί·1
1.211  ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·
1.212  ὧδε γὰρ ἐξερέω . τὸ δὲ καὶ τετελεσμένον ἔσται·1, 2
1.213  καί ποτέ τοι τρὶς , τόσσα παρέσσεται ἀγλαὰ δῶρα1, 2
1.214  ὕβριος εἵνεκα τῆσδε· σὺ δ’ ἴσχεο· πείθεο δ’ ἡμῖν·1, 2, 3
1.215  τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
1.216  χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι1, 2, 3, 4, 5
1.217  καὶ μάλα περ θυμῷ κεχολωμένον· ὡς γὰρ ἄμεινον·1
1.218  ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ’ ἔκλυον αὐτοῦ .1, 2
1.219  ἦ καὶ ἐπ’ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν·1, 2, 3
1.220  ἂψ δ’ ἐς κουλεὸν , ὦσε μέγα ξίφος· οὐδ’ ἀπίθησε1, 2, 3, 4
1.221  μύθῳ Ἀθηναίης . ἣ δ’ 					οὔλυμπον δὲ βεβήκει
1.222  δώματ’ ἐς αἰγιόχοιο Διὸς 					μετὰ δαίμονας ἄλλους·1, 2, 3, 4
1.223  Πηλείδης δ’ ἐξαῦτις 					ἀταρτηροῖς ἐπέεσσιν1, 2
1.224  Ἀτρείδην 					 προσσέειπε . καὶ οὔ πω λῆγε χόλοιο·
1.225  οἰνοβαρές . κυνὸς ὄμματ’ ἔχων . κραδίην δ’ ἐλάφοιο .1, 2, 3, 4
msA, 1.594, commenting on 1.202   αἰγιόχοιο ἀπο τῆς αιγὸς ὀχὴν λαβόντος ὅθεν καὶ Ζεὺς τῇ Ἀμαλθείᾳ τὸ κέρας δίδωσι πάσης τροφῆς παρεκτικόν ⁑
msA, 1.595, commenting on 1.204   ἀλλ έκ τοι ἐρέω ἤτοι στικτέον ἐπι τὸ ερέω , ἠ βραχὺ διασταλτεον ἐὰν μὲν οὖν στίζωμεν ἔσται τὸ λεγόμενον τοῦτο δὲ τετελέσθαι ὑπολαμβάνω ἐὰν δε διαστελλωμεν ἔσται ὁ δε κείμενος ἀντι τοῦ δη καὶ τὸ το ἀντι ὑποτακτικοῦ τοῦ ο ·
msA, 1.596, commenting on 1.204   ἀλλ έκ τοι ερέω ὅτι Ζηνοδ γράφει τὸ δὲ καὶ τετελεσμενον ἐσται · τοῦτο δὲ τῇ Ἀθηνᾷ ὰρμόζει μᾶλλον διαβεβαιοῦν ⁑
msA, 1.597, commenting on 1.207-1.209   οὐνoθεν πρo δέ μ’ ῆκεν ὅτι αμφοτέρους Ζηνοδοτος ἠθέτηκεν οἰκείως δὲ μᾶλλον κεῖνται εἰς προτροπὴν τοῦ Ἀχιλλεως · τὸ σφρίγγον δὲ τοῦ θυμοῦ μαλακοῖς ϊᾶται λόγοις ὄμως ἐκδειματοῖ καὶ τὸν ἐχθρὸν θεοφιλῆ εἶναι λέγουσα οὐ πᾶς δὲ ὁ φιλῶν κήδεται ὡς λύκος ἄρνα ⁑
msA, 1.599, commenting on 1.212   ᾧδε γὰρ ἐξερέω ὅτι Ζηνοδοτος γράφει τετελέσθαι ὀΐω . τοῦτο δὲ Ἀχιλλεῖ ἥρμοζεν·
msA, 1.600, commenting on 1.216   χρὴ μὲν σφωΐτερον γε ὅτι προς δύο ἀμείβεται τὸ γὰρ σφωΐτερόν ἐστιν δυϊκον κακῶς ἄρα ἀθετεῖ Ζηνοδ τὸ προ δέ μ ῆκε θεᾶ καὶ ἄμφω ὁμῶς ⁑
msA, 1.601, commenting on 1.217-1.218   ὁ λόγος δὲ ερεῖ στίζειν ἐπι τὸ κεχολωμένον καὶ ἄμεινον · ἕκαστος γὰρ καθ εαυτὸν λόγος ἀπηρτισμένος εστι· καὶ οἱ μὲν πρωτ τοι δύο ὑπο τοῦ γὰρ συνδεσμου συνηγμένοι εἰσὶν , ὁ δὲ τρίτος ὅς κε θεοῖς ἐπιπείθηται ἀσύνδετός ἐστι προς τὸν δεύτερον δι ὃ τελείαν ἔχει τὴν προ ἑαυτοῦ στιγμήν· γελοῖος δὲ ὁ Πτολεμαῖος αἰτίαν ἠγεῖται τῶν διαστολῶν ἐνθάδε τὸ γνωμικῶς λέγεσθαι τὸν τελευταῖον στίχον . καὶ γὰρ εἰ μη γνωμικὸν ἦν , οὐδαμῶς ἐδύνατο συνάπτεσθαι τοῖς ἄνω ἀσύνδετος ὣν ὁ λο ⁑
msA, 1.602, commenting on 1.216   χρὴ οξυτονητέον , καὶ ἐν τῇ συντξει βαρυνόμενον σημαίνει ἐπίρρη τὸ δεῖ , χρὴ μὲν σφωϊτερόν γε θεὰ ἔπος εἰρύσσασθαι περισπώμενον δὲ ῥῆμα Ἀττικόν ἀπο γὰρ τοῦ χρῶμαι τὸ και δευτερον τῆς κοινῆς διαλέκτου ἐστι χρᾶ Ϊωνικῶς Ἀττικὸν δὲ χρη ὡς εἴρηται Ἀλεξάνδρῳ ἐν Διονύσω ἰδοῦ κάτοπτρον εἰπέ μοι τί χρὴ τοῦτο ⁑
msA, 1.604, commenting on 1.219-1.220   ἢ καὶ ἐπ αργυρέῃ ὅτι Ζηνοδοτος μεταγράφει , ὡς εἰπὼν πάλιν ὦσε μέγα ξίφος οὐδ’ ἀπίθησε καὶ τοὺς δύο ένα ἐποίησεν ⁑
msA, 1.605, commenting on 1.219   κώπη παρὰ τὸ κοπτικὸν τοῦ ξίφους·
msA, 1.606, commenting on 1.220   κουλεος παρὰ τὸ κοῖλον εῖναι ⁑
msA, 1.608, commenting on 1.219   ἦ καὶ ἐπ αργυρέῃ τοῦτο τὸ ἠ ψιλῶς λεγόμενον καὶ περισπωμένως , δηλοῖ σύνδεσμον παραπληρωματικὸν τὸν ἤτοι ἶσον τῷ δη οἷον ἐπειῆ πολὺ φέρτερόν ἐστι καὶ παραλλήλως ἦ δὴ λοίγια ἔργα · δηλοῖ δὲ καὶ ἀπορρηματικὸν σύνδεσμον ἠ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο . ἦ μούνοι φιλέουσ ἀλόχους μερόπων ανων Ἀτρεῖδαι · δηλοῖ δὲ καὶ τὸ εφη ἦ καὶ κυανέῃσι . καὶ σεσημείωται Ἀρισταρχος ὅτι ὁ μὲν Ὅμηρος ἀεὶ ἐπι προειρημένοις λόγοις ἐπιφέρει τὸ δηλοῦν τὸ ἔφη ὡς ἐπι τοῦ προκειμένου· ὁ δὲ Πλάτων μετ αυτὸν ἐπιφέρει τὸν λόγον· ψιλούμενον δὲ καὶ βαρυτονούμενον δηλοῖ σύνδεσμον διαζευκτικὸν ἢ εὖ ἠὲ κακῶς , ἔστι δὲ ὅτε καὶ ἀντι συναπτικοῦ τοῦ η τίθεται οἶον οὐδ’ ἀφαμαρτοεπής εἰ καὶ γένει ὕστερος ῆεν · ποτὲ δὲ παρέλκει ἀλλὰ τίη με ταῦτα παρεξερέεσθαι ἕκαστα . δασυνόμενον δὲ καὶ ὀξυτονούμενον αρθ προτακτικὸν δηλοῖ , ἡ δ’ ἑτέρη θέρεϊ προρῥέει εἰκυῖα χαλάζῃ · δηλοι δὲ καὶ αρθ ὑποτακτικόν οἷον ἣ μυρὶ Αχαιοῖς · δηλοῖ δὲ καὶ ἀναφορικὴν ἀντωνυμίαν ὣς ἥ γ ἀ’μφιπόλοισι μετέπρεπεν . δηλοῖ δὲ και τὴν συναρθ ἀντωνυμίαν τριτου προσώπου συζυγοῦσαν τῇ εμῇ σῇ· ὑποδείγματα δὲ ταύτης παρ Ὁμήρῳ οὐχ εὑρίσκεται· ἐκ δὲ τοῦ ἀναλόγου νοεῖται . αἱ γὰρ πλάγιοι πᾶσαι δι αυτῆς παρ Ομήρῳ σώζονται ⁑
msA, 1.609, commenting on 1.222   δώματ’ ες αἰγιόχοιο δύναται μὲν ἀθετεῖσθαι· οἱ γὰρ θεοὶ προ μιᾶς ἡμέρας εἰς Αἰθιοπίαν εἰσὶ κεχωρισμένοι . δύναται δὲ καὶ Ὁμηρικῷ τρόπῳ ἀκούεσθαι . ἡμῶν μετα δαίμονας ἄλλους εἰς τὸν τῶν δαιμόνων τόπον ⁑
msA, 1.610, commenting on 1.222   μετα δαίμονας ἄλλους οὕτως δαίμονας καλεῖ τοὺς θεοὺς ἤτοι ὅτι δαΐμονες ἔμπειροι καὶ ΐδριες πάντων αὐτοὶ εἰσίν . ἢ ὅτι διαιτηταὶ εἰσὶ καὶ διοικηταὶ τῶν ἀνων ὡς Ἀλκμὰν ὁ λυρικός φησιν οἵ εθεν πάλοις ἔπαλλεν δαίμονάς τ εδάσσαντο τοὺς μερισμοὺς τὰς διαιρέσεις αὐτῶν· Ἡσίοδος δὲ δαίμονάς φησι τοὺς ἐκ τοῦ ζῆν μεταστάντας , ὄντας δὲ ἐπι τῆς Κρόνου βασιλείας τοῦ χρυσοῦ γένους λέγων αὐτοὺς δαίμονας φύλακας θνητῶν ἀνων ⁑
msA, 1.611, commenting on 1.225-1.233   οἰνοβαρὲς κυνὸς ὄμματ’ ἐχων ὅτι Ζηνοδοτος τοῦτον τὸν τόπον ἠθέτηκεν ἕως τοῦ ναὶ μα τὸδε σσκῆπτρον καθ εκαστην δὲ λοιδωριαν βραχὺ διασταλτέον ἐπὶ δὲ τὸ τέλος στικτεον· προσαγορευτικῆ γὰρ ἡ περίοδος· ἡ δ ἑξῆς περιοδικὴ ῥηματικὴ δι ὃ ἀπ’ ἄλλης ἀρχῆς , ουτ’ ἔποτ’ ἐς πόλεμον οὔτε λόχον
msAil, 1.630, commenting on 1.214   παύου
msAil, 1.631, commenting on 1.216   πρέπει
msAil, 1.632, commenting on 1.216   ὑμέτερον
msAil, 1.633, commenting on 1.216   φυλάξαι
msAil, 1.634, commenting on 1.218   πλέον ἐπακουουσιν
msAil, 1.635, commenting on 1.219   λαβῇ ἐπέσχεν
msAil, 1.636, commenting on 1.220   πάλιν εἰς τὸ πίσω
msAil, 1.638, commenting on 1.222   ὅτι ἀντὶ επι
msAil, 1.640, commenting on 1.223   χαλεποῖς σκληροῖς
msAil, 1.641, commenting on 1.225   μέθυσε
msAil, 1.642, commenting on 1.225   ἀναιδέστατε
msAil, 1.643, commenting on 1.225   μετάθεσις :
msAim, 1.612, commenting on 1.203   ὅτι χωρὶς τοῦ σ τὸ ἰδῇ οὕτως καὶ ἡ Αριστάρχου :
msAim, 1.613, commenting on 1.214   ὅτι ὀρθονητεον ΐνα ᾐ διασταλτικη :
msAim, 1.614, commenting on 1.218   πρὸς τὸ σχῆμα ὅτι οὐ κλύουσιν εἶπεν ἠ ακούσονται ⁑
msAim, 1.615, commenting on 1.222   βραχὺ διασταλτέον ἐπι τὸ Διος ⁑
msAint, 1.616, commenting on 1.201   τὸ μιν Ϊώνων
msAint, 1.618, commenting on 1.212   τὸ δὲ β με λόγου εισίν :
msAint, 1.619, commenting on 1.225   λέγεται χολην οὐκ έχειν ἐν τῶ ήπατι περικειμενην τὴν ελαφον ⁑