Manuscript msA, page 16v
| prev: 16r | next: 17r | 
1.226  οὔτέ ποτ’ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι1
1.227  οὔτε λόχον δ’ ϊέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν 				1, 2
1.228  τέτληκας θυμῷ . τὸ δέ τοι κὴρ , εἴδεται εἶναι :1, 2, 3
1.229  ῆ πολὺ λώϊόν ἐστι κατα στρατὸν εὐρὺν Ἀχαιῶν 				1, 2, 3
1.230  δῶρ’ ἀποαιρεῖσθαι· ὅς τις σέθεν ἀντίον εἴπῃ·1
1.231  δημοβόρος βασιλεὺς . ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·1, 2, 3
1.232  ῆ γὰρ ἂν , Ἀτρείδη νῦν 					ὕστατα λωβήσαιο·1, 2
1.233  ἀλλ’ έκ τοι ἐρέω· καὶ ἐπι μέγαν ὅρκον ὀμοῦμαι·1, 2
1.234  ναὶ μὰ τόδε σκῆπτρον· τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους1
1.235  φύσει· ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν·1
1.236  οὐδ’ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
1.237  φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν 				
1.238  ἐν παλάμαις φορέουσι δικασπόλοι , οἵ τε θέμιστας1, 2
1.239  πρὸς Διὸς εἰρύαται ὁ δέ 					τοι μέγας ἔσσεται ὅρκος·1, 2, 3
1.240  ἦ ποτ’ Ἀχιλλῆος ποθὴ 					ἵ̈ξεται υἷας Ἀχαιῶν 				1, 2
1.241  σύμπαντας· τότε δ’ οὔ τι δυνήσεαι ἀχνύμενός περ1
1.242  χραισμεῖν· εὖτ’ ἂν πολλοὶ ὑφ’ Ἕκτορος ἀνδροφόνοιο1, 2
1.243  θνήισκοντες πίπτωσι . σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις1
1.244  χωόμενος· ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας·1, 2
1.245  ὡς φάτο Πηλείδης · ποτὶ 					δὲ σκῆπτρον βάλε γαίῃ1
1.246  χρυσείοις ἥλοισι πεπαρμένον· ἕζετο δ’ αὐτός·
1.247  Ἀτρείδης δ’ ἑτέρωθεν 					ἐμήνιε· τοῖσι δὲ Νέστωρ 				1
1.248  ἡδυεπὴς ἀνόρουσε· λιγὺς Πυλίων ἀγορητής·1
1.249  τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή .1, 2, 3, 4
1.250  τῷ δ’ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων1, 2
msA, 1.652, commenting on 1.226   οὐτέ ποτ’ ἐς πόλεμον τοῦτο δημοκρατικοῦ βασιλέως καὶ δημαγωγικοῦ ⁑
msA, 1.653, commenting on 1.227   οὔτε λόχον δ’ ϊε τοῦτο ἀριστοκρατικοῦ άμα οὖν τῶν ἰδίων κατορθωμάτων ὑπομιμνήσκει ὅτι γὰρ καὶ ἐλόχα δῆλον ἀπο Λυκάονος καὶ ἐς λόχον ἔνθα μάλιστ’ ἀρετὴ διαείδεται ἀνδρός ⁑
msA, 1.654, commenting on 1.228   το δέ τοι κηρ ἐν δύο μέρεσι λόγου ἵνα ᾖ τοῦτο δέ σοι θάνατος νομίζεται ⁑
msA, 1.655, commenting on 1.229   ἦ πολὺ λώϊον περισπαστέον τὸν ῆ κατ αρχὴν γὰρ κεῖται ἰσοδυναμῶν τῷ δη δύναται δὲ βραχὺ διατέλλεσθαι ἐπι τὸ εὐρὺν ἵν ᾖ Ἀχαιῶν δῶρ’ ἀποαιρεῖσθαι ⁑
msA, 1.656, commenting on 1.231   δημοβόρος βασιλευς καθ εαυτὸ τοῦτο ἀναγνωστέον ὡς καὶ Φιλοξένῳ ἐν τῷ Περι προσῳδιῷν δοκεῖ ἵνα τὸ κομματικον τῆς προφορᾶς τὴν οργὴν μᾶλλον ἐμφαίνῃ , δύναται δὲ καὶ τὸ ε ι ῥῆμα λείπειν ὑφ ἓν ἡμῶν όλον προφερομένων τὸν στίχον ἵν ᾖ δημοβόρος εἶ βασιλευς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις ἀλλ οὐκ επείγει·
msA, 1.657, commenting on 1.232   ἣ γὰρ ἃν Ἀτρείδη ὅτι τὸ εὐκτικὸν ἀντι παρεληλυθότος ὁριστικοῦ τοῦ ἐλωβήσω παρείληπται , ὡς καί νύ κεν ἔνθ’ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας , τὸν δὲ ῆ περισπαστέον βεβαιωτικὸς γαρ ἐστιν ⁑
msA, 1.659, commenting on 1.234   ναὶ μὰ τόδε πεπλεόνακεν τὸ μα ἀρνητικῷ ἤγουν ἀπωμοτικῷ μορίῳ κατα Ἀττικὸν ἔθος , ἤρκει γὰρ εἰπεῖν νὴ τοῦτο τὸ σκῆπτρον , ἱ¨στέον δὲ ὅτι δια τοῦ σκήπτρου όμνυσιν αὐτῷ· τὸν ἔφορον τῆς βασιλείας θεόν ⁑
msA, 1.660, commenting on 1.234-1.240   ναι μα τδε σκηπτρον ⁑ ή ποτ’ Ἀχιλλῆος μεταξὺ παρενήρει άτε σκεπτόμενος ὅπως ὀμόσῃ οὔτε ὁμοιως ἐὼν ὅλως κατα τῆς βεβαιότητος τοῦ ὅρκου ἀλλα δεικνὺς ἐν ἤθει ὅτι τιμιώτερον καταξύλον τὸ σκῆπτρον καθ Ὅμηρον δι ὃ καὶ ἐπιφέρει ὁ δέ τοι μέγας ἔσσεται όρκος ⁑
msA, 1.661, commenting on 1.234-1.240   ναι μα τοδε σκῆπτρον όλη ἡ παρέκβασις δια μέσου ἕως τοῦ ἦ πότ’ Ἀχιλλῆος ποθὴ , διὸ τὰ μεταξὺ διαστολαῖς τε καὶ ἀνυποκρίτοις στιγμαῖς ἀναπαύσομεν τὸ γὰρ ἑξῆς ναι μα τόδε σκηπτρον ἦ πότ’ Ἀχιλλῆος ⁑
msA, 1.662, commenting on 1.239   ὁ δέ τοι μέγας ἔσσεται ἄμεινον δύο μέρη λο ποιεῖν· ὃ δέ τοι νημερτὲς ἐνήψει ⁑
msA, 1.663, commenting on 1.244   οὐδὲν ἔτισας πλεονάζει τὸδε ν ἰσοδυναμεῖ γὰρ τῷ οὐκ έτισας ⁑
msA, 1.664, commenting on 1.244   Ἀρίσταρχος παρέλκειν λέγει τὸδε ν , Ἀπολλοδω δὲ ἐν Γλώσσαις εἶναι τὸ πλῆρες οὐδε έν · πολλοῖς γὰρ καὶ τῶν ἄλλων γραμματικῶν δοκεῖ τρία εἶναι μέρη λόγου ου καὶ δέ καὶ εν ⁑
msA, 1.665, commenting on 1.249   τοῦ καὶ ἀπο γλώσσης· ἡ γλῶσσα τρία σημαίνει , αὐτό τε τὸ σῶμα καὶ τὴν διάλεκτον , καὶ τὸ ἀπεξενωμένον τῶν λέξεων ⁑
msA, 1.666, commenting on 1.249   μέλιτος γλυκίων μέλιτος δια τὸ πείθειν· ῥὲεν προς τὸ ἀνεμπόδιστον· ἔοικεν δὲ ἀποτείνεσθαι εἰς ἑαυτὸν ὁ κατα συλλογισμὸν ἔπαινος ⁑
msA, 1.667, commenting on 1.250   τῷ δ’ ἤδη δύω μὲν γενεαὶ ὅ ἐστι δύο τριάκονταετηρίδες παρεληλύθεισαν ἐπ αὐτῷ· ἡ γὰρ γεννεᾶ τριάκοντα έτη ἔχει τελείᾳ γὰρ αὕτη προς γένεσιν ἡλικία οἱ μὲν οὖν συντεχθέντες αὐτῷ ἀπολωλεισαν ὑπο Ηρακλέους . οἳ συγγηράσαντες οὐ συνεστράτευσαν· αὐτὸς δὲ οὔ μιν ἐπέτρεπεν γήραϊ λόγρῷ τῶν οὖν υἱῶν αὐτῶν ἦρχεν ἐστιν οὖν ἑβδομηκονταέτης δύο γὰρ γενεᾶς πληρώσας εἰς τὴν τρίτην κατελέγετο· ἀμέλει τήν τε Ἑκαμίδην ἔχει καὶ μετα τὸν νόστον σύνεστι τῆ γυναικί ⁑
msA, 1.668, commenting on 1.250   μερόπων ἀνων μεμερισμένην τὴν φωνὴν ἐχόντων ὡς προς σύγκρισιν τῶν ἄλλων ζῴων ὁ ἐστι μεριζομένην εἰς συλλαβὰς καὶ ἔναρθρον ἐχόντων τὴν ὄπα τοῦτ έστι τὴν φωνήν ἀπο Μέροπος τοῦ Ὕιαντος , ὃς μετα τὸν κατακλυσμὸν πρῶτος συνῴκισε τοὺς ἀνους , ἠ τῶν μοιρούντων περι τὴν ὄπα οἱ δὲ τῶν παρεξηλλαγμένην ὄπα ἐχόντων ⁑
msAil, 1.674, commenting on 1.227   ἐνέδραν
msAil, 1.675, commenting on 1.228   τὸ ἐν πολέμω ἣ λόχω εύρεθῆναι ⁑
msAil, 1.677, commenting on 1.230   τὰ παρ άλλων τισὶ διδόμενα δῶρα αφαιρεῖσθαι
msAil, 1.678, commenting on 1.231   ὁ τα δημόσια κατεσθίων
msAil, 1.679, commenting on 1.231   οὐδενος λόγου ἀξίων ἁσθενεῶν ⁑
msAil, 1.680, commenting on 1.232   ὄντως γὰρ δὴ ὦ Ἀγάμεμνον ἐπι τοῦ παρόντος τὰ ἔσχατα ἐξύβρισας ⁑
msAil, 1.681, commenting on 1.233   ομόσω
msAil, 1.682, commenting on 1.235   τὴν ῥίζαν τμηθὲν ἐν τῷ όρει κατέλειψεν ⁑
msAil, 1.683, commenting on 1.238   οἱ βασιλεῖς
msAil, 1.685, commenting on 1.239   παρα τοῦ Διὸς λαβόντες φυλάττουσ ⁑
msAil, 1.688, commenting on 1.242   περισπαστέον τὸ χραισμεῖν
msAil, 1.689, commenting on 1.242   πολεμικοῦ
msAil, 1.690, commenting on 1.243   κινηήσεις λυπήσεις ⁑
msAil, 1.691, commenting on 1.245   προσέβαλεν δὲ καὶ προσέρρηξεν τῆ γῆ τὸ σκῆπτρὸν δια τὴν οργην
msAil, 1.692, commenting on 1.247   ὡργίζετο
msAil, 1.693, commenting on 1.248   ἀνεστη
msAil, 1.694, commenting on 1.249   ουτινος ἡ φωνη απο τῆς γλώσσης γλυκυτέρα μελιτος κατερρεῖτο ⁑
msAim, 1.669, commenting on 1.229   περισπαστέον τὸν η καὶ ἐν τῷ ῆ γὰρ ὰν Ατρείδη ⁑
msAim, 1.670, commenting on 1.240   τὸ ποθὴ ὀξυτόνως
msAim, 1.671, commenting on 1.249   ὅτι Ζηνοδοτος χωρὶς τοῦ ν γλυκίω · τα δε τοιαῦτα συγκριτικὰ ἔχει τὸ ν ⁑
msAint, 1.672, commenting on 1.228   θανατος νομιζεται
msAint, 1.673, commenting on 1.241   ουτως Ἀρισταρχος τότε δ’ ούτι ⁑