Manuscript msA, page 171r
| prev: 170v | next: 171v |
No texts matching urn:cts:greekLit:tlg0012.tlg001:
msA, 13.18, commenting on 13.358 ** ‡ τοίδ’ ἔριδος κρατερῆς . ** ὁ λόγος οἱ δε τὸ πέρας τοῦ πολέμου καὶ τῆς έριδος συνάψαντες ἐπέτειναν ἀμφοτέροις , οἶον ἀμφοτέρωθεν μετενήνεκται μὲν οὖν ἀπο τῶν δεσμῶν τῷ δὲ ἐπαλλάξε ἐπι τοῦ συνάψαι χρῶνται καὶ τῶν πεζολόγων τινὲς , πλεονάζει δὲ Ἀριστόξενος μασικὸς ἐπιλλαγμένα λέγων τὰ συνημμένα- οὕτως ὁ Κοτιαεύς
msA, 13.19, commenting on 13.358 ** τοὶ δ’ έριδος κρατερῆς- ** ὁ δε Ζεὺς αὶ ὁ Ποσειδῶν ὰ πέρατα τῆς μαχης καὶ τοῦ πολέμου τείναντες καταμφοτέρων τῶν στρατῶν ἔδησαν ἰσχυρῷ δεσμῷ ὃς δεσμὸς πολλοῖς αἴτιος ἀποωλείας ἐγένετο- τέλος γὰρ υπτίθεταιὑποτίθεται ἀλληγορικῶς τὰς ἑκατέρωθεν ἐξοχὰς ἐπιπεπλεγμένως- μίαν μὲν Τρώων ίαν δὲ Ἑλλήνων αὶ Ποσειδῶνος κατ Διὸς νώμην- καὶ τῶν ἐγκατπεγλεγμένων κτεινομένων ἀπο τῶν ἐξοχῶν καὶ μη δυναμένων μή τε ραγῆναι μή τε λυθῆναι- ταυτ ὖν ἀλληγορεῖ ἐις τὸ ϊσόρροπ υτῶν τὴν ἰσχὺν συστῆναι δια τὰς τῶν θεῶν βοηθείας ⁑
msA, 13.20, commenting on 13.360 ** πεῖραρ’ ἐπαλλάξαντες ** διχῶς Ἀρίσταρχος αὶ ἐπ’ ἀλλήλοισιν ν δὲ δι ἀμφοτέρων τὸ λεγόμενον ὅτι ὁ Ποσειδῶν αὶ ὁ Ζεὺς τὸν πόλεμον τῇ ἔριδι συνέδησαν τὸ πέρας τῆς ἔρῖδος καὶ πάλιν τὸ τοῦ πολέμου λαβόντες . καὶ ἐπαλλάξαντες π ἀμφοτέροις ὥσπερ οἱ τὰ ἅμματα ποιοῦντες , τόδε ἐπὶ τόδε- οὕτως Ἀρίσταρχος , ἡ διπλῆ ὅτι παραλληγορεῖ δύο πέρατα ὑποτιθέμενος- ἕτερον μὲν ἔριδος ἕτερον δὲ πολέμου ἐξαπτόμενα κάτ ἀμφοτέρων τῶν στρατευμάτων ⁑
msA, 13.21, commenting on 13.363 ** πέφνε γὰρ ὁθρυονῆα Καβησόθεν , ** ἐν τῇ Ἀργολικῇ Ἑκάβης όθον αὶ τάχα ἂν εἴει ἁμάρτημα κατ’ άγνοιαν τῆς Καβήσου ⁑
msA, 13.22, commenting on 13.365 ** ἥ- τε δὲ Πριάμοιο υγατρῶν εἶδος ἀρίστην ** ὅτι νῦν μὲν τὴν Κασσάνδραν ἶδος ἀριστην ἐν ἄλλοις δὲ τὴν Λαοδίκην , καὶ οὐ μάχεται . ἡ δὲ ἀναφορὰ πρὸς τοὺς χωρίζοντας- λύεται γὰρ τοῖς τοιούτοις . ⁑
msA, 13.23, commenting on 13.366 ** Κασσάνδραν νάεδνον- ** ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστευόμενοι διὸ οὕτος ὑποσχόμενος ἐξελάσαι τοὺς Ἕλληνας νάεδνον αἰτεῖ . τὴν Κασσάνδραν ⁑
msA, 13.24, commenting on 13.371 ** καὶ βάλεν ὕψι βιβάντα : ** Ἀρίσταρχος αιβάντα ὡς δαμέντα ἀπ ευθειας τῆς μακρὰ βιβάς καὶ ουτ ἔχει ἡ ὑγιὴς ἀνάγνωσις ⁑
msA, 13.25, commenting on 13.372 ** χάλκεος ὃν φορέεσκε , ** ὅτι χαλκοὶ οἱ θώρακες πρὸς τὸ ὀλίγος μὲν έην λινοθώρηξ
msA, 13.26, commenting on 13.374 ** ὀθρυονεῦ , περιδή σε βροτὼν ** αἰνίζομ πάντων- φέρεται καὶ δια τοῦ ξ αἰνίξομαι ντι τοῦ ἐπαινέσομαι- οἱ δέ διήγημά σε ποιήσομαι παρα τὸν αἶνον Ζηνόδοτος αἰνίσσομαι
msA, 13.27, commenting on 13.377 ** καὶ κέ τοι ἡμεῖς ταῦτά γ’ , ** τὸ ταυτά γ’ περισπαστέον κατ ὴν προ τέλους συλλαβὴν ἵνα ᾖ ἡ φράσις δεικτική- τινὲς μὲν ἐβάρυναν , ἵνα τοῦ τὰ αὐτὰ ὑπάρχῃ συναλιφῇ ὅπερ οὐ πιθανόν ⁑
msA, 13.28, commenting on 13.381 ** ἀλλ’ έπευ , ὄφρ’ ἐπινηυσὶ συνώμεθ . ** οὕτως συνώμεθ , ἀντι τοῦ συμβόλαια αὶ συνθήκας ποιησόμεθ . τοῦτο δὲ Ἀρίσταρχ ασύνει ὑγιῶς- ταυτὸν γὰρ τῷ συνθώμεθα- ἐσχημάτισται οὖν ἀπο τοῦ ἵημι , δηλοῖ οὖν τὸ κατα τὸ αὐτὸ ἀφῶμεν τᾶ τῆς διανοίας , εἰσὶ μέντοι οἳ ἐψίλωσαν οὐκ εὐ ⁑
msAim, 13.13, commenting on 13.362 ** ** ἐν αλλῳ Τρώεσσί ἐπάλμενος ⁑
msAim, 13.14, commenting on 13.364 ** ** αριστοφ κατ κλέος ⁑
msAim, 13.15, commenting on 13.367 ** ** ἀρίσταρχ ανωσέμεν ⁑
msAint, 13.1bis, commenting on 13.358 ** ** οὑτ Ἀριστόφ ἄλλοι δὲ οἵ δ’ έριδος :
msAint, 13.2bis, commenting on 13.XXXXX ** ** μεσαιπολιος Ϊδομενευς ⁑
msAint, 13.3bis, commenting on 13.XXX ** ** ωμογέρων ὀδυσσεύς ⁑
msAint, 13.4bis, commenting on 13.361 ** ** γέρων Νέστωρ ⁑
msAint, 13.5bis, commenting on 13.366 ** ** βραχὺ διασταλτέον ἐπι τὸ ἔργον- ἐμφαίνει-