Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 172r

Manuscript msA, page 172r

image

prev: 171v next: 172v

Iliad text

No texts matching urn:cts:greekLit:tlg0012.tlg001:

Scholia text

msA, 13.36, commenting on 13.408 ** ‡τῆι ὑπο πᾶς ἑάλλη ** ὅτι τὸ πᾶς ἀντι τοῦ όλος - ἡ δὲ ἀναφορὰ προς τὸ πᾶσαι δ’ ὠΐγνυντο πύλαι ἀντι τοῦ όλαι image

msA, 13.37, commenting on 13.415 ** εἰς ἀΐδος περ ἰόντα πυλάρταο : ** ὅτι τοῦ ἰσχυρῶς τὰς πύλας ἐπαρτῶντος ὅ ἐστιν ἀρμόζοντος , ἀμφότερα γὰρ πρὸς ἓν ληπτέον ⁑ image

msA, 13.38, commenting on 13.420 ** ἀλλὰ θέων περίβη- ** προς τὴν ἐξήγησιν τοῦ ὃς Χρύσην ἀμφιβέβηκας ἀντι τοῦ ὑπερμαχεῖς κατα μεταφορὰν τῶν τετραπόδων ⁑ image

msA, 13.39, commenting on 13.423 ** νῆας ἐπι γλαφυρὰς φερέτην ** ὅτι Ζηνοδ γράφει στενάχοντα νικῶς : image

msA, 13.40, commenting on 13.426 ** ἢ αὐτὸς δουπῆσαι , ** ὅτι ἐκ παρεπομένου τὸ ἀπολέσθαι- οἱ γὰρ ἐν πολέμω πίπτοντες ψόφον ἀποτελοῦσι τοῖς ὅπλοις , ἡ δε ἀναφορᾶ προς τοὺς Γλωσσογράφους οὔτοι γὰρ ἀνθενὸς ἐδέξαντο δεδουπότος ντι τοῦ τεθνηκότος ⁑ image

msA, 13.41, commenting on 13.427-13.434 ** ἔνθ’ Αἰσυήταο ιοτρεφέος φίλον υἱόν ** τὸ ἑξῆς ἔνθ’ Αἰσυήταο ἱὸν ἥρωα Ἀλκάθοον π Ἰδομενῆϊ Ποσειδάων δάμασσε- τὰ δὲ λοιπὰ δια μέσου ἐπεὶ δὲ πολὺ διέστη τὸ εξῆς . εἰκότως ἀνείληφε τοῦ πράγματος τὴν ἀρχὴν σχεδὸν αὐταῖς φωναῖς τὸ μὲν γὰρ τότε ἀντὶ τοῦ ἄνω κειμένου ἔνθα παρείληπται- ἡ δὲ τὸν ἀντωνυμία κατ’ ἐπιφορὰν ἐπι τοῦ Ἀλκάθου εῖται οὕτως οὖν διορθωτέον ὡς δια μέσου ⁑ image

msAil, 13.4, commenting on 13.416@πομπόν ** ** συνοδοιπόρον image

msAim, 13.20, commenting on 13.407 ** ** εκ πλήρους αἱ ἀριστ κανόνεσσι ⁑ image

msAint, 13.7, commenting on 12.415 ** ** ὁ ϊόντ δια τοῦ ϊ αἱ Αρισταρχ image

msAint, 13.8, commenting on 13.423 ** ** οὑτ οὑτῶς δια τοῦ ε ἁι Αρισταρχ στενάχοντε - οὐ δια τοῦ α ἐπι τοῦ νεκροῦ γέλοιον γὰρ ἀλλ’ επι τῶν βασταξοντων ⁑ image