Manuscript msA, page 175r
| prev: 174v | next: 175v |
13.558 σειόμενον ἐλέλικτο . τιτύσκετο δὲ φρεσὶν , ᾗσιν·
13.559 ἤ τευ ἀκοντίσσαι , ἠὲ σχεδὸν ὁρμηθῆναι·
13.560 ἀλλ’ οὐ λῆθ’ Ἀδάμαντα τιτυσκόμενος καθ’ ὅμιλον
13.561 Ἀσιάδην , ὅς , οἱ , οῦτα μέσον σάκος ὀξέϊ χαλκῷ1
13.562 ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν
13.563 κυανοχαῖτα Ποσιδάων · βιότοιο μεγήρας·1, 2
13.564 καὶ τὸ μὲν αὐτοῦ μεῖν’ ὥς τε σκῶλος πυρίκαυτος1, 2, 3
13.565 ἐν σάκει Ἀντιλόχοιο , τὸ δ’ ήμισυ κεῖτ’ ἐπι γαίης·
13.566 ὰψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο , κῆρ’ ἀλεείνων·
13.567 Μηριόνης δ’ ἀπιόντα μετασπόμενος βάλε δουρὶ1
13.568 αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ . ἔνθα μάλιστα
13.569 γίγνετ’ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν·1, 2
13.570 ἔνθά οἱ . ἔγχος ἔπηξεν· ὁ δ’ ἑσπόμενος περὶ δουρὶ
13.571 ἤσπαιρ’ . ὡς ὅτε βοῦς . τόν τ’ ούρεσι βουκόλοι ἄνδρες .
13.572 ϊλλά̆σιν οὐκ εθέλοντα βίῃ δήσαντες ἄγουσιν·
13.573 ὡς ὃ , τυπεὶς . ἤσπαιρε μίνυνθά περ , οὔ τι μάλα δήν .
13.574 ὄφρά οἱ , ἐκ χροὸς ἔγχος ἀνεσπάσατ’ ἐγγύθεν ἐλθὼν
13.575 ἥρως Μηριόνης . τὸν δὲ σκότος ὄσσε κάλυψε·1
13.576 Δηΐπυρον δ’ Ἕλενος ξίφεϊ σχεδὸν ήλασε κόρσην
13.577 Θρηϊκίῳ , μεγάλῳ , ἀπὸ δὲ τρυφάλειαν ἄραξεν·1
13.578 ἡ μὲν ἀποπλαγχθεῖσα· χαμαὶ πέσε . καί τις Ἀχαιῶν
13.579 μαρναμένων . μετα ποσσὶ κυλινδομένην ἐκόμισσε
13.580 τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν .
13.581 Ἀτρείδην δ’ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον ·
13.582 βῆ δ’ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι .
13.583 ὀξὺ δόρυ κραδάων . ὁ δὲ τόξου πῆχυν ἀνεῖλκε .1
13.584 τὼ δ’ ὰρ ὁμαρτήτην . ὁ μὲν ἔγχεϊ ὀξυόεντι1, 2, 3, 4
msA, 13.A1, commenting on 13.564 ** ὥστε σκῶλος πυρίκαυτος ** σκῶλον τὸν σκόλοπα- οἱ γὰρ ἀγροίκοι ἀποξύνοντες τὰ ξύλα πυρακτοῦσι τὸ ἄκρον ὅπως πηληθὲν εἴη στερεώτερον χρῶνται δὲ αὐτὸ ἀντι αἰχμῆς- ἐπεὶ οὖν καὶ τὸ δόρυ οὐ σφόδρα τὴν δύναμιν ἐνεργὸν εἶχε ἔμεινε φησὶν επι τοσοῦτον διελθὸν ὅσον καὶ σκῶλος περονῆσαι δύναται ⁑
msA, 13.A2, commenting on 13.577 ** θρηϊκίω μεγάλωι ** μόνοις γὰρ ἐν βαρβάροις οἱ θρᾶικες μεγίστοις ξίφεσι χρῶνται . ἠ οὖν ἀπὸ τοῦ ἐπικουρικοῦ τῶν θραικῶν εἴχεν λαβὼν- ἢ μετεπέμψατο ὡς καλλιστεῦον- οἱ δε τῇ καλουμένη ῥομφαίαι ⁑
msA, 13.A3, commenting on 13.583 ** τόξου πῆχυν ** οἱ μὲν κατὰ Δοριὲας τὴν νευράν , οἱ δὲ τὸ κέρας οἱ δὲ τῷ πήχει τὸ τόξον εἷλκεν ⁑
msA, 13.A4, commenting on 13.584 ** τὼ δ’ άρ’ ὁμαρτήτην ** ὅτι ἐπι τοῦ Ἐλένου ὕστερον εἰπῶν ἀπ αυτοῦ ἤρξατο εἰπὼν Πριαμίδης μὲν ἔπειτα , προς τὸ δεύτερον ⁑
msAext, 13.A1, commenting on 13.563 ** ** Ποσειδά
msAext, 13.A2, commenting on 13.584 ** ** ὁμαρτητην
msAil, 13.A1, commenting on 13.561@χαλκῷ ** ** δουρι
msAil, 13.A2, commenting on 13.569@ἀλεγεινὸς ** ** νὺν καίριοσ
msAil, 13.A3, commenting on 13.584@ὁμαρτήτην ** ** ομου συνήλθον
msAim, 13.A7, commenting on 13.623 ** ** λειπει ἐχούσης τὸ πληρες ευβ
msAim, 13.A8, commenting on 13.626 ** ** ἐν αλλῳ και κτήμαθ’ ἄμ’ αὐτῇ . ⁑
msAim, 13.A9, commenting on 13.643 ** ** πρὸς τὴν περὶ τοῦ Πυλαιμένους ζήτησιν ⁑
msAim, 13.A10, commenting on 13.649 ** ** ὅτι πτῶσις ἤλλακται χρόα ἀντὶ τοῦ χρῶτὸς ⁑
msAint, 13.17, commenting on 13.564 ** ** ἀκάνθ εἰδος ἡ σκῶλος ἢ πυρωθεῖσα εὔτονος γίνεται ⁑
msAint, 13.A2, commenting on 13.569 ** ** ὁ πόλεμος κυρίως δι ὸν ἡ τρῶσις .