Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 175v

Manuscript msA, page 175v

image

prev: 175r next: 176r

Iliad text

13.585 ΐετ’ ἀκοντίσσαι . ὁ δ’ ἀπο νευρῆφιν ὀϊστῷ·image

13.586 Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ϊῷimage1

13.587 θώρηκος γύαλον· ἀπο δ’ ἔπτατο πικρὸς ὀϊστός·image1

13.588 ὡς δ’ ὅτ’ ἀπο πλατέος πτυόφιν μεγάλην κατ’ ἀλωιὴνimage1, 2

13.589 θρῴσκωσιν κύαμοι μελανόχροες . ἢ ἐρέβινθοιimage1

13.590 πνοιῇ ὑπο λιγυρῇ . καὶ λικμητῆρος ἐρωῇ .image

13.591 ὡς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιοimage

13.592 πολλὸν ἀποπλαγχθεὶς . ἑκὰς , ἔπτατο πικρὸς ὀϊστός·image

13.593 Ἀτρείδης δ’ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαοςimage

13.594 τὴν βάλεν . ᾗ ρ’ ἔχε τόξον ἐΰξοον· ἐν δ’ ἄρα τόξῳimage1

13.595 ἀντικρὺ δια χειρὸς ἐλήλατο χάλκεον ἔγχος·image

13.596 ὰψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων .image

13.597 χεῖρα παρακρεμάσας· τὸ δ’ ἐφέλκετο μείλινον ἔγχος·image

13.598 καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ .image

13.599 αὐτὴν δὲ ξυνέδησεν , ἐϋστρόφῳ οἰὸς ἀώτῳimage

13.600 σφενδόνῃ , ἣν , ἄρα , οἱ θεράπων ἔχε ποιμένι λαῶν .image1

13.601 Πείσανδρος δ’ ϊθὺς Μενελάου κυδαλίμοιο .image

13.602 ἤϊε . τὸν δ’ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ .image

13.603 σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι·image

13.604 οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες .image

13.605 Ἀτρείδης μὲν άμαρτε . παραὶ δέ οἱ , ἐτράπετ’ ἔγχος·image

13.606 Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιοimage

13.607 ούτασεν· οὐδὲ δια πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι .image

13.608 ἔσχεθε γὰρ σάκος εὐρὺ , κατεκλάσθη δ’ ἐνὶ καυλῷimage

13.609 ἔγχος . ὁ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην·image

13.610 Ἀτρείδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον .image1

13.611 ᾶλτ’ ἐπὶ Πεισάνδρῳ · ὃ δ`’ ὑπ’ ἀσπίδος εἴλετο καλὴνimage

Scholia text

msA, 13.A5, commenting on 13.586 ** πριαμίδης μὲν ἔπειτα κατα στῆθος ** ὅτι τὸ ἔπειτα ἐστιν μετα ταῦτα πρὸς τὸ Φοίνιξ ὲν πρώτιστα αὐτὰρ ἔπειτ’ Αἴας ε μέγας . οὐκ έστιν νῦν ἀντι τοῦ μετα ταῦτα , ἀλλ’ἀντι τοῦ δή- ἅμαρ γὰρ ἔπεμψεν οἱ μεν τὸν ἰστὸν οἱ ὴ τὸ δόρυ ⁑ image

msA, 13.A6, commenting on 13.588 ** πτυόφιν ** πτύου πτύον δέ εστιν ἐν ᾡ τὰ ἡλωμένα γενήματα ἀναβαλλουσι χωρίζοντες τοῦ ἀχύρου- ὁ δὲ τύπος παράγωος . τῇ φι αραγωγῆι ὁ ποιητης Ομηρος κατα τριῶν κέχρηται πτώσεων ἐπι γενικῆς δοτικης αἰτιαικης . ἡ επι δεξιοφιν ἐστι γαρ ἡ επὶ τα δεξιά ἠ επ ευθείας , ἡσίοδος ὁδὸς δ’ετέρηφι , παρελθεῖν ἔστι γὰρ ἑτέρα , ἐπι δὲ κλιτικης ἀλκμὰν μελοποιὸς οὕτως μῶσα διὸς θύγατερ ωρανίαφι λίγ’ἀείσομαι στι γὰρ ουρανια ⁑ image

msA, 13.A7, commenting on 13.588 ** πτυοφιν ** τινὲς τα μὲν σίδηρα πτύα- τὰ δὲ ξύλινα καὶ τρόπον χειρὸς ἔχοντα οἷς καὶ τὴν γῆν μεταβάλλουσι θρίνακας φασὶ . παρα δὲ ἀττικοῖς τέα ⁑ image

msA, 13.A8, commenting on 13.589 ** κύαμοι ** περιφερεῖς γὰρ ὄντες ῥᾶον τῶν πυλλῶν ἀφάλλονται ⁑ image

msA, 13.A9, commenting on 13.594 ** τὴν βάλεν ρ’ἔχε- ** οὕτως ᾗ ρ’ἔχε τόξον μετα τοῦ ϊ αἱ ἀριστάρχου ἔστι γὰρ καθ ὅμερος κατεῖχεν ὡς ἐπι τοῦ ᾔ ρ’ΐδε γυμνωθέντα τινὲς δὲ ἄνευ τοῦ ϊ γράφοντες εφ όλης τῆς χειρος δέχοντης τὸ λεγόμενον τὴν κατέχουσαν τὸ τόξον χείρα ⁑ image

msA, 13.A10, commenting on 13.610 ** ‡ Ἀτρείδης δὲ ἐρυσσαμενος ** ὅτι Ζηνόδοτος γράφει χείρεσσι μάχαιραν ἀγνοεῖ δὲ ὅτι Ὅμηρος τὴν παρα ξιφίδα μάχαιραν καλεῖ τὸ δὲ πολεμιστηριον ξίφος image

msAil, 13.B1, commenting on 13.587@ἔπτατο ** ** απεκρούετο image

msAim, 13.A6, commenting on 13.613 ** ** ουτωσ Αρισταρχος αλλοι δὲ αφικεσθον , Αριστοφανης δὲ αφικεσθην . ⁑ image

msAim, 13.A7, commenting on 13.623 ** ** λειπει ἐχούσης τὸ πληρες ευβ image

msAim, 13.A8, commenting on 13.626 ** ** ἐν αλλῳ και κτήμαθ’ ἄμ’ αὐτῇ . ⁑ image

msAint, 13.B1, commenting on 13.600 ** ** ἔφερε τῷ αγήνορι ⁑ image

No relations found for urn:cts:greekLit:tlg5026.msAint.dipl:13.B2