Manuscript msA, page 176r
| prev: 175v | next: 176v |
13.612 ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφι πελέκκῳ
13.613 μακρῷ . ἐϋξέστῳ . ἅμα δ’ ἀλλήλων ἐφίκοντο·1
13.614 ἤτοι ὀ μὲν κόρυθος φάλον ήλασεν ἱπποδασείης
13.615 ἄκρον . ὑπὸ λόφον αὐτὸν . ὀ δὲ προσιόντα· μέτωπον .
13.616 ῥῑνὸς ὑπερ πυμάτης· λάκε δ’ ὀστέα . τὼ δέ οἱ ὄσσε .
13.617 παρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν·1, 2
13.618 ϊδνώθη δὲ πεσών , ὁ δὲ λὰξ ἐν στήθεσι βαίνων .
13.619 τεύχεά τ’ ἐξενάριξε . καὶ εὐχόμενος . ἔπος ηύδᾱ·
13.620 λέιψετέ θην , οὕτω γε , νέας Δαναῶν ταχυπώλων
13.621 Τρῶες ὑπερφίαλοι . δεινῆς ἀκόρητοι ἀῡτῆς·
13.622 ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς1, 2
13.623 ἣν , ἐμὲ λωβήσασθε κακαὶ κύνες , οὐδέ τι θυμῷ .1, 2, 3
13.624 Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδδείσατε μῆνιν .1
13.625 ξεινίου . ὅς τέ ποτ’ ὔμμι διαφθέρσει πόλιν αἰπήν·
13.626 οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ1, 2
13.627 μὰψ , οίχεσθ’ ἀνάγοντες , ἐπεὶ φιλέεσθέ παρ ‘ αὐτῇ·1, 2
13.628 νῦν αὖτ’ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
13.629 πῦρ ὀλοὸν βαλέειν , κτεῖναι δ’ ἥρωας Ἀχαιούς ·1
13.630 ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος ·
13.631 Ζεῦ πάτερ , ῆ τέ σε φασὶ περὶ φρένας ἔμμεναι ἄλλων
13.632 ἀνδρῶν ἠδὲ θεῶν , σέο δ’ ἐκ τάδε πάντα πέλονται·
13.633 οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
13.634 Τρωσίν , τῶν μένος αἰὲν ἀτάσθαλον , οὐδὲ δύνανται
13.635 φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο·
13.636 πάντων μὲν κόρος ἐστὶ . καὶ ὕπνου· καὶ φιλότητος .
msA, 13.A11, commenting on 13.617 ** χαμαὶ πέσον ** οὕτως πέσον αἱ Ἀριστάρχου ια τοῦ ο ς ἐκεῖ ὡς τῶν ἐκ χειρῶν βέλεα ῥεόν ⁑
msA, 13.A12, commenting on 13.622 ** ἄλλης μὲν λώβης τε ** τοῖς εἰς εμε ὑμῖν πεπραγμένοις ἄλλῳ μεν οὐδὲν ἐνδεῖ τῶν αἰσχρῶν ⁑
msA, 13.A13, commenting on 13.623 ** ἣν ἐμε λωβήσασθε ** ὅτι προς τὴν λώβην μόνην ἁπαντήσας ἐπήνεγκεν ἣν ἐμὲ λωβήσασθε ⁑
msA, 13.A14, commenting on 13.623 ** ** ἡ μὲν συνήθεια πάλιν συνάπτει ἕως τοῦ κῦνες . δύναται δὲ καθ εαυτὸ λέγεσθαι μόνον τὸ κὰκαὶ κυνες . καὶ μᾶλλον γε τὸν σχετλιασμον ἐμφαίνει
msA, 13.A14bis, commenting on 13.624 ** ξεινίου ὅς τε ποτ’ ὕμμι διαφθερσει πο αιπην : **
msA, 13.A15, commenting on 13.626 ** οι μευ κουριδίην ** ὅτι προς τὴν κουριδίαν ὡς ἐκ παρθενίας αὐτην εσχεν ὁ Μενέλαος καὶ οὐκ οἰδεν τὰ περι τῆς Θησεως ἀρπαγῆς ⁑
msA, 13.A16, commenting on 13.627 ** μὰψ οἴχεσθ’ ἀνάγοντες ** ἡ διπλῆ ὅτι Ζηνόδοτος ράφει μὰψ οἴχεσθον ἄγοντες αὶ τὸ δυϊκὸν συγκεῖται ἐπι πολλῶν τασσόμενον καὶ ἡγνώηκας ὅτι ἀναγογην καλεῖ τὸν ἐκ Πελοποννήσου εις Τροίαν πλοῦν ⁑
msA, 13.A16bis, commenting on 13.627 ** φιλέεσθέ περ αὐτῇ ** διχῶς αἱ Ἀριστάρχου αὶ δια τοῦ ε ⁑
msA, 13.A17, commenting on 13.629 ** πῦρ ὀλοὸν βαλέειν κτεῖναι δ’ ἥρωας Αχαιούς ** τι σαφῶς πάντας τοὺς Ἕλληνας ρωας καλεῖ πρὸς Ἴστρον εγόντα μόνους τὸυς βασιλεῖς ἥρωας λέγεσθαι ὑφ Ὁμήρου ⁑
msAim, 13.A9, commenting on 13.643 ** ** πρὸς τὴν περὶ τοῦ Πυλαιμένους ζήτησιν ⁑
msAim, 13.A10, commenting on 13.649 ** ** ὅτι πτῶσις ἤλλακται χρόα ἀντὶ τοῦ χρῶτὸς ⁑
msAim, 13.A11, commenting on 13.653 ** ** βραχ διασταλέον προς το σαφές ⁑
msAint, 13.A3, commenting on 13.617 ** ** οὕτως δια τοῦ σ ὁ πέσον ⁑
msAint, 13.A4, commenting on 13.622 ** ** τουτ - ἀπ άλλης ἀρχῆς ἀναγνωστεον λειπει γὰρ τὸ εἴστέ ἢ τὸ εσμέν