Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 176v

Manuscript msA, page 176v

image

prev: 176r next: 177r

Iliad text

13.637 μολπῆς τε γλυκερῆς . καὶ ἀμύμονος ὀρχηθμοῖο·image

13.638 τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἶναιimage

13.639 ἢ πολέμου , Τρῶες δὲ μάχης ἀκόρητοι έασιν·image

13.640 ὣς εἰπὼν . τὰ μὲν έντε’ ἀπο χροὸς αἱματόενταimage

13.641 συλήσᾱς . ἑτάροισι δίδου Μενέλαος ἀμύμων .image

13.642 αὐτὸς δ’ αὖτ’ ἐξ αῦτις ἰ̈ὼν προμάχοισιν ἐμίχθη·image

13.643 ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆοςimage1

13.644 Ἁρπαλίων . ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίζωνimage

13.645 ἐς τροίην . οὐδ’ αὖτις ἀφίκετο πατρίδα γαῖαν :image

13.646 ὅς . ῥα τότ’ Ἀτρείδαο μέσον σάκος ούτασε δουρὶimage

13.647 ἐγγύθεν . οὐδὲ δια πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·image

13.648 ὰψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο· κῆρ’ ἀλεείνων .image

13.649 πάντοσε παπταίνων . μή τις χρόα χαλκῷ ἐπαύρῃ·image1

13.650 Μηριόνης δ’ ἀπιόντος ‘ΐει χαλκήρε’ ὀϊστὸν .image

13.651 καί ρ’ ἔβαλε γλουτὸν κατα δεξιόν· αὐτὰρ ὀϊστὸςimage1

13.652 ἀντικρὺ διὰ κύστην ὑπ ὀστέον ἐξεπέρησεν·image

13.653 ἑζόμενος δὲ κατ’ αὖθι . φίλων ἐν χερσὶν ἑταίρωνimage1

13.654 θυμὸν ἀποπνείων . ὥς τε σκώληξ ἐπι γαίῃ·image

13.655 κεῖτο ταθείς· ἐκ δ’ αἷμα μέλαν ῥέε , δεῦε δὲ γαῖαν·image

13.656 τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο·image

13.657 ἐς δίφρον ἀνέσαντες , ἄγον προτὶ ΐλιον ϊρὴνimage1, 2

13.658 ἀχνύμενοι . μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων .image1

13.659 ποινὴ δ’ οὔ τις παιδὸς ἐγίνετο τεθνειῶτος ·image1, 2

13.660 τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·image

13.661 ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι ·image

Scholia text

msA, 13.A18, commenting on 13.638-639 ** τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἶναι ἢ πολέμου , Τρῶες ὲ μάχης ακόρητοι εασιν- ** ὁ νοῦς πᾶς τις φησὶ τῶν τερπνῶν βούλεται κορεσθῆναι ἢ τοῦ πολέμου , οἱ δε τρῶες οὐχ οὕτως ⁑ image

msA, 13.A19, commenting on 13.657 ** ἐς δίφρον δ’ ἀνέσσαντες . ** Ἀπολλώνιος ὁ ῥόδιος ἐν τῷ προς Ζηνόδοτον ἐς δίφρον ἀναθέντες ⁑ image

msA, 13.A20, commenting on 13.658-659 ** ἀχνύμενοι μετὰ δέ σφι ποινὴ δ’ οὔ τις παιδὸς ** ἀθετοῦνται ἀμφότεφοι ὃτι πλανηθείς τις ἐκ τοῦ ὃ σρα πατρι φίλῳ ἓπετο ἔταξεν αὐτοὺς ἳνα καὶ ὁ πατὴρ τὸν υἱὸν ὀδύρηται- οὐ λὲγει δὲ νῦν ἓπετο’ . ἀλλ’ ὃτε τὸ πρῶτον ἐκ τῆς πατριδος παρεγίνετο διὸ καὶ πρὸσκειται τὸ ἑς τροίην οὐδ’ αὐτις ἀφίκετο εἰ δὲ μένοιεν οἱ στίχοι οῦτοι νοητέον ὁμωνθμίαν εἶναι ⁑ image

msA, 13.A21, commenting on 13.658 ** ** ζητεὶται πῶς ἀνωτέρῳ ἀνῃρημένος ὑπο Μενελάου Πυλαιμενης άδ νῦν δύνανται ἀκολουθεῖν τῷ παιδὶ καὶ κλαίειν . ἔστι δὲ λέγειν ὅτι δύο Πυλαιμένεις Παφλαγόνων γεμόνασ συνίστησιν ὁ ποιητὴς ὡς Αἴαντας ύο κήρυκας τὸν μὲν Ἀγαμέμνονος ὸν δὲ Ὀδυσσέος νιοι δὲ πιθανῶς μεταγράφουσι μετα δ ού σφι πατῆρ κίε δάκρυα λείβων ⁑ image

msA, 13.A22, commenting on 13.659 ** ποὶνη δ’ οὔ τις παιδὸσ ἐγίνετο τεθνηιῶτος ** ἐπεὶ ὁ Ἀλέξανδρος αλεπήνας , ὑπερ τοῦ ἀνηρημενου Εὐχήνορα τὸν Κορίνθιου ναιρεῖ ⁑ image

msAext, 13.A3, commenting on 13.651 ** ** κατα κύστιν image

msAil, 13.A4, commenting on 13.659@ποινὴ ** ** τὰ ὑποφόνια ⁑ image

msAim, 13.A10, commenting on 13.649 ** ** ὅτι πτῶσις ἤλλακται χρόα ἀντὶ τοῦ χρῶτὸς ⁑ image

msAim, 13.A11, commenting on 13.653 ** ** βραχ διασταλέον προς το σαφές ⁑ image

msAim, 13.A12, commenting on 13.692 ** ** ουτ Μέγης έξω τοῦ τε οὐ γαρ εστί Φυλείδης image

msAint, 13.A5, commenting on 13.657 ** ** ὅτι θηλυκῶς τὴν ΐλιον ⁑ image