Manuscript msA, page 177r
| prev: 176v | next: 177v |
13.662 τοῦ ὅ γε χωόμενος , προΐει χαλκήρε’ ὀϊστόν·
13.663 ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς .1
13.664 ἀφνειός τ’ ἀγαθός τε , Κορινθόθι οἰκία ναίων·1
13.665 ὅς ῥ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε .
13.666 πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος .
13.667 ‘νούσῳ ὑπ’ ἀργαλέῃ φθῖσθαι , οἷς ἐν μεγάροισιν .1
13.668 ἢ μετ’ Ἀχαιῶν νηυσὶν , ὑπὸ Τρώεσσι δαμῆναι·
13.669 τῷ ῥ’ άμα τ’ ἀργαλέην θωῂν ἀλέεινεν Ἀχαιῶν .1
13.670 νοῦσόν τε στυγερήν , ἵνα μὴ πάθοὡι ἄλγεα θυμῷ .
13.671 τὸν , βάλ’ ὑπο γναθμοῖο καὶ ούατος . ῶκα δὲ θυμὸς
13.672 ῴχετ’ ἀπο μελέων , στυγερὸς δ’ ἄρα μιν σκότος εἷλεν·
13.673 ὡς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
13.674 Ἕκτωρ δ’ οὐκ ἐπέπυστο Διῒ φίλος , οὐδέ τι ῄδη1
13.675 ὅττί ῥά οἱ , νηῶν ἐπ’ ἀριστερὰ δηϊόωντο
13.676 λαοὶ ὑπ’ Ἀργείων . τάχα δ’ ἂν καὶ κῦδος Ἀχαιῶν
13.677 ἔπλετο . τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
13.678 ώτρυν’ Ἀργείους . πρὸς δὲ σθένει αὐτὸς άμυνεν·1
13.679 ἀλλ’ ἔχεν , ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο .1
13.680 ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων·
13.681 ἔνθ’ ἔσαν Αἴαντός τε , νέες καὶ Πρωτεσιλάου1
13.682 θῖν’ ἔφ’ ἁλὸς πολιῆς εἰρυμέναι , αὐτὰρ ὕπερθε
13.683 τεῖχος ἐδέδμητο χθαμαλώτατον . ἔνθα μάλιστα1
13.684 ζαχρηεῖς γίνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι·
13.685 ἔνθα δὲ Βοιωτοὶ καὶ Ïάονες ἑλκεχίτωνες .1, 2
13.686 Λοκροὶ . καὶ Φθίοι . καὶ φαιδιμόεντες Ἐπειοὶ .
msA, 13.A23, commenting on 13.663 ** ἦν δέ τις Εὐχήνωρ ολυΐδου άντιος ὑιὸς . ** ὁτι δισσὰς εἰμαρμένας , ὑποτίθεται τοῦ ὐχήνορος αθάπερ καὶ ἐπ’ Αχιλλεως διχθαδίας κῆρας φερέμεν ⁑
msA, 13.A24, commenting on 13.674 ** Ἕκτωρ δ’ ὀυκ επέπυστο διῒφίλος . ** βραχὺ διασταλτὲον Διῒ ίλος . Δια μέσου γαρ ἐστι τὸ οὐδε τι ᾔδῃ ⁑
msA, 13.A25, commenting on 13.681 ** ἔνθ’ ἔίσαν . ** Αἴαντός ε νέες ὃτι τοῦ Λοκροῦ έγει Αἴαντος ὗτος γὰρ πλησίον ἐνεώλκει τοῦ Πρωτεσιλάου ρος τὰ περὶ τοῦ ναυστάθμου ⁑
msA, 13.A26, commenting on 13.683 ** τεῖχος ἐδέδμητο χθαμαλώτατον ** τεῖχος χθαμαλώτατον ἀντι τοῦ χθαμαλὸν ὡς ἀκρότατον δ’ ἂρ’ ὀϊστός . Ἤτοι δὲ δια τὸ ἀφῃρῆσθαι τῆς ἐπάλξεως ὑπο Σαρπηδόνος . ἢ ὡς πρὸς σύγκρισιν τοῦ πολυ’ ανδρίου ὡς ἠπειγμένως ποιήσαντες οὐκ ἐξωμάλισαν αὐτό . διὸ καὶ ἡ ὑπέρβασις τοῖς βαρβάροις δυνατὴ γέγονεν-
msA, 13.A27, commenting on 13.664 ** ζαχρηεῖς ** λίαν ἐπιβαροῦντες παρα τὸ χραύειν ⁑
msA, 13.A28, commenting on 13.685 ** άονες ** οἱ ἐν Πελοποννήσω Φθιῶται ἱ ὑπὸ Ἀχιλλεὶ , Φθίοι ἱ ὑπο Πρωτεσιλάωι αὶ Φιλοκτήτηι ⁑
msAext, 13.A4, commenting on 13.667 ** ** φθεῖσαι
msAil, 13.A5, commenting on 13.678@σθέμει ** ** τῇ οικεία δυνάμει
msAil, 13.A6, commenting on 13.679@ᾗ ** ** αντὶ τοῦ όπου
msAil, 13.A7, commenting on 13.685@ϊάονες ** ** αθηναῖοι ⁑
msAint, 13.A6, commenting on 13.669 ** ** νῦν τὴν μέμψιν