Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 177v

Manuscript msA, page 177v

image

prev: 177r next: 178r

Iliad text

13.687 σπουδῇ ἐπαΐσσοντα , νεῶν ἔχον . οὐδε δύναντοimage1

13.688 ῶσαι ἀπο σφείων φλογὶ είκελον Ἕκτορα δῖον·image

13.689 οἱ μὲν Ἀθηναίων προλελεγμένοι , ἐν δ’ άρα τοῖσινimage

13.690 ἦρχ’ υἱὸς Πετεῶο Μενεσθεύς · οἳ δ’ ἅμ’ ἕποντοimage

13.691 Φείδας τε , Στιχίος τε , Βίας τ’ ἐΰς· ἀυτὰρ Ἐπειῶνimage

13.692 Φῡλείδης τε Μέγης · Ἀμφίων τε , Δρακίος τε ,image1, 2

13.693 πρὸ Φθίων δὲ . Μέδων τε· μενεπτόλεμός τε Ποδάρκης .image1

13.694 ἤτοι ὁ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιοimage1

13.695 ἔσκε Μέδων . Αἴαντος ἀδελφεὸς . αὐτὰρ ἔναιενimage

13.696 ἐν Φυλάκῃ . γαίης ἀπὸ πατρίδος ἄνδρα κατακτὰςimage

13.697 γνωτὸν μητρυιῆς Ἐριώπιδος , ἣν ἔχ’ Ὀϊλεύς ·image1

13.698 αὐτὰρ ὁ Ἴ̈φίκλοιο πάϊς τοῦ Φυλακίδαο ·image

13.699 οἱ μὲν προ Φθίων μεγαθύμων θωρηχθέντες .image

13.700 ναῦφιν ἀμυνόμενοι . μετὰ Βοιωτῶν ἐμάχοντο·image

13.701 Αἴας δ’ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸςimage

13.702 ἵστατ’ ἀπ’ Αἴαντος Τελαμωνίου οὐδ’ ἠβαιόν ,image1

13.703 ἂλλ’ ὥς τ’ ἐν νηῷ βόε οἴνοπε πηκτὸν ἄροτρον .image1, 2

13.704 ἶ̈σον θυμὸν ἔχοντες , τιταίνετον . ἀμφι δ’ άρα σφιimage

13.705 πρυμνοῖσιν κεράεσσι πολὺς ἀνεκηκίει ἱδρώς ,image1

13.706 τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς εέργειimage

13.707 ἱ̈εμένω κατα ῶλκα . τέμει δέ τε τέλσον ἀρούρης .image1

13.708 ὣς τὼ παρβεβαῶτε μάλ’ ἔστασαν ἀλλήλοιϊν·image

13.709 ἂλλ’ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶimage

13.710 λαοὶ ἕπονθ’ ἕταροι , οἵ οἱ σάκος ἐξεδέχοντοimage

13.711 ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ’ ἵ̈κοιτο .image

Scholia text

msA, 13.A29, commenting on 13.687 ** σπουδῇ ἐπαΐσσοντα ** ὅτι τὸ σπουδῇ ἀντι τοῦ μόγις αὶ δυσεργῶς ἀπο τῶν νεῶν αὐτὸν ἀπείργων ⁑ image

msA, 13.A30, commenting on 13.692 ** Φυλείδες ε Μέγης ** ὅτι ἐν ἄλλοις οὐ νοῶν Ζηνόδοτος τι Μέγης Φυλέως στὶ , γράφει Φυλείδην ε Μέγην ε ⁑ image

msA, 13.A31, commenting on 13.693 ** προ Φθίων ὲ έδων ε ** Φθίων ς Χίων αρυτόνως καὶ γὰρ Φθὶοι ς Χῖοι . Λοκροὶ αὶ Φθίοι ⁑ image

msA, 13.A32, commenting on 13.694 ** Ἤτοι ὁ μεν νόθος υἱὸς ** ὁτί σαφῶς Ὀϊλεύς σὺν τῷ ο πρόκειται γὰρ ἄρθρον ὁ μὲν νόθος ὑιὸς προς Ζηνόδοτον γράφοντα- ἀλλ’ οὐκ Ϊλιάδην ⁑ image

msA, 13.A33, commenting on 13.707 ** ϊεμένω κατα ῶλκα ** ὅτι ἀντι τοῦ ϊεμένους τὸ γὰρ ϊεμένω , ὀρθὴν καὶ αιτιατικὴν σημαίνει . καὶ ὅτι τέμει ἀντι τοῦ τέμνη τέμει δέ τε τέλσον ἀρούρης . τέλσον ὡς χέρσον γεγόνε δὲ κατα μεταβολὴν παρα τὸ τελος πλεονάσαντος τοῦ σ ⁑ image

msAil, 13.A8, commenting on 13.703@νηῷ ** ** ηρωτριασμενη γη image

msAil, 13.A9, commenting on 13.703@οἴνοπε ** ** μέλαιναι image

msAim, 13.A12, commenting on 13.692 ** ** ουτ Μέγης έξω τοῦ τε οὐ γαρ εστί Φυλείδης image

msAim, 13.A13, commenting on 13.702 ** ** Ζηνόδοτος χόζετ’ απ’ Αίαντο image

msAim, 13.A14, commenting on 13.705 ** ** χω τοῦ ν ἀνεκηκίει καὶ δια τοῦ ΐ . ⁑ image

msAint, 13.A7, commenting on 13.697 ** ** ὅτι σὺν τῷ ο ὀΐλεύς - image