Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 178r

Manuscript msA, page 178r

image

prev: 177v next: 178v

Iliad text

13.712 οὐδ’ ὰρ’ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντοimage1

13.713 οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ ,image1

13.714 οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας . ἱπποδάσειας·image

13.715 οὐδ’ ἔχον ἀσπίδας εὐκύκλους· καὶ μείλινα δοῦρα·image

13.716 ἀλλ’ ἄρα τόξοισιν καὶ ἐϋστρόφῳ οἰὸς ἀώτῳimage

13.717 Ἴ̈λιον εἰς ἅμ’ ἕποντο πεποιθότες . οἷσιν ἔπειταimage

13.718 ταρφέα βάλλοντες , Τρώων ῥήγνυντο φάλαγγας·image

13.719 δή ῥα τόθ’ , οἱ μὲν πρόσθε συν έντεσι δαιδαλέοισιimage

13.720 μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ .image

13.721 οἱ δ’ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμηςimage

13.722 Τρῶες μιμνῄσκοντο , συνεκλόνεον γὰρ ὀϊστοί·image

13.723 ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάωνimage

13.724 Τρῶες ἐχώρησαν προτὶ ΅Ιλιον ἠνεμόεσσαν ,image1

13.725 εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·image1

13.726 Ἕκτορ . ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι·image1

13.727 οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα ,image1, 2

13.728 τούνεκα καὶ βουλῇ ἐθέλεις περιΐδμεναι ἄλλων .image

13.729 ἂλλ’ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι·image

13.730 ἄλλω μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα ,image

13.731 ἄλλω δ’ ὀρχηστὺν . ἑτέρῳ κίθαριν καὶ ἀοιδήν·image

13.732 ἄλλῳ δ’ ἐν στήθεσσι τίθει νόον εὐρύοπα Ζεὺςimage

13.733 ἐσθλὸν , τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ’ ἄνθρωποι·image1

13.734 καί τε πολεῖς ἐσάωσε , μάλιστα δέ κ’αὐτὸς ἀνέγνω·image1

13.735 αὐτὰρ ἐγὼν ἐρέω , ὥς μοι δοκεῖ εἶναι ἄριστα·image

13.736 πάντη γάρ σε περὶ στέφανος πολέμοιο δέδηε .image1

13.737 Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατα`τεῖχος ἔβησαν .image

Scholia text

msA, 13.A34, commenting on 13.712 ** οὐδ ὰρ Ὀϊλιάδῃ μεγαλήτορι ** ὅτι Ζηνόδοτος γράφει ἀλλ’ οὐκ ‘Ιλιάδῃ , ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει Ὁϊλιάδης image

msA, 13.A35, commenting on 13.727 ** ‡ οὔνεκα τοι περὶ δῶκε . ** τὸ περι ἀντι τοῦ περισσῶς τὸ δε δῶκε προπερισπαστὲον image

msA, 13.A36, commenting on 13.734 ** καί τε πολεῖς ἐσαώσε , ** περισπαστέον τὸ πολεῖς ς ταχεῖς ὁμοίως τὸ πολεῖς ὄλεσαντ’ αἰζηούς - τοῦτο δέ φημι ἐπεὶ τινὲς βούλονται ἕνεκα ἐμφάσεως μείζονος βαρυτόνως ἀναγινώσκειν οἷς μάχεται καὶ ἡ ὀρθογραφία ἠ κατ’ ΐονας . ἡ διπλῆ δὲ ὅτι κατὰ συναλοιφὴν ἐκληπτέον ἵνα διαιρεῆται μάλιστα δὲ καὶ αὐτὸς ⁑ image

msA, 13.A37, commenting on 13.736 ** πάντη γὰρ σε περὶ στέφανος , ** ὅτι στέφανον ἡρωϊκὸν πρόσωπον ὠνόμακοεν διὰ τῶν γενομένων ἀυτῶν - οὔτε γὰρ ὁι τῆς Πηνελόπης μνηστῆρες , οὐθ’ οἱ Φαίακες , οὔθ’ ὁι ἐπὶ τῶν θυσιῶν ἐστέφοντο ἀλλ’ ἴσως ἀπο τῆς κατὰ τὴν ἐμπλοκὴν στεφάνης δια τὸ κυκλοτερὲς εἴρηται ⁑ image

msAil, 13.A10, commenting on 13.726@παραρρητοῖσι ** ** συμβούλοις image

msAim, 13.A15, commenting on 13.713 ** ** ουτ Ἀριστ χω τοῦ ν σφι , Ἀριστοφα δὲ σὺν τῷ ν image

msAim, 13.A16, commenting on 13.724 ** ** ὅτι θηλυκ τ Ϊλιὸν ⁑ image

msAim, 13.A20, commenting on 13.772 ** ** κατ κράτο image

msAint, 13.A8, commenting on 13.725 ** ** ὅτι ἐλλειπει ἡ πρὸς προς ἔκτορα ⁑ image

msAint, 13.A9, commenting on 13.727 ** ** τουτ ἀφ ετέρας ἀρχῆς ἀναγωστέον λέγει δὲ ἐν ὑποκρίσει ἐρωτῶν ⁑ image