Manuscript msA, page 178v
| prev: 178r | next: 179r |
13.738 οἱ μὲν ἀφεστᾶσιν συν τεύχεσιν , οἱ δὲ μάχονται
13.739 παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας .
13.740 ἂλλ’ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·1
13.741 ἔνθεν δ’ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν ,
13.742 ἤ κεν ἐνι νήεσσι πολυκλήϊσι πέσωμεν
13.743 αἴ κ’ ἐθέλῃσι θεὸς δόμεναι κράτος , ἤ κεν ἔπειτα
13.744 παρ νηῶν ἔλθωμεν ἀπήμονες . ἦ γὰρ ἔγωγε
13.745 diple δείδω , μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ1, 2
13.746 χρεῖος . ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆ̄τος πολέμοιο
13.747 μίμνει . ὃν οὐκετί πάγχυ μάχης σχήσεσθαι ὀΐω .
13.748 ὡς φάτο Πουλυδάμας . ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων·
13.750 καί μιν φωνήσας . ἔπεα πτερόεντα προσηύδα·
13.751 Πουλυδάμα . σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους .
13.752 αὐτὰρ ἐγὼ κεῖσ’ εἶμι . καὶ ἀντιόω πολέμοιο .1
13.753 αῖψα δ’ ἐλεύσομαι αὖτις . ἐπὴν εὖ τοῖς ἐπιτείλω·
13.754 ῆ ρα καὶ ὡρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς .1
13.755 κεκληγὼν , δια δὲ Τρώων πέτετ’ ἠδ’ ἐπικούρων·
13.756 οἱ δ’ ἐς Πανθοίδην ἀγαπήνορα Πουλυδάμαντα
13.757 πάντες ἐπεσσεύοντ’ ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν·
13.758 αὐτὰρ ὃ Δηΐφοβόν τε . βίην θ’ Ἑλένοιο ἄνακτος .
13.759 Ἀσιάδην τ’ Ἀδάμαντα . καὶ Ἄσιον Ὑρτάκου υἱὸν1
13.760 φοίτα ἀνὰ προμάχους διζήμενος . εἴ που ἐφεύροι·
13.761 τοὺς δ’ εὗρ’ , οὐκέτι πάμπαν ἀπήμονας οὐδ’ ἀνολέθρους·1
13.762 ἂλλ’ οἱ μεν δὴ νηυσὶν ἐπι πρύμνῃσιν Ἀχαιῶν ,
13.763 χερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες .
msA, 13.A38, commenting on 13.745 ** δείδω μη το χθιζὸν ** ὅτι μεταφορικῶς χθιζὸν χρεῖος τῷ ἴσῳ σταθμῷ ἁποκαταστήσωσι τοῦτέστι μὴ ὁ ἡμεῖς ἑλὰβομεν χθὲς νικῶντες σήμὲρ εἰσπράξωσιν ⁑
msA, 13.A38bis, commenting on 13.745 ** ** ἄλλως μή πως τὴν χθεσίνὴν ἤτγαν ἀποδώσουσιν ἡμῖν , οὶ Ἕλληνες ὥσπερ , σταθμῷ δεδανεικόντες , μηδέπω γὰρ νομισμάτων ὑπαρχόντων , σταθμῷ ἐδάνειζον οἱ ἀρχαῖοι χρυσίον καὶ ἀργύριον καὶ τὰ παραπλήσια ⁑
msA, 13.A39, commenting on 13.754 ** ῆ ρα καὶ ὠρμήθη ὄρεϊ νιφόεντι ** ὅτι νιφόεντα τὰ όρη καὶ ὄλυμπος - τοιγαροῦν όρος νιφόεις γὰρ λέγεται ⁑
msA, 13.A40, commenting on 13.759 ** καὶ ἄσιον ὑρτάκου υν ** ὑρτάκου ὡς θυλάκου τὰ γὰρ εἰς κὸς λήγοντα τρίσυλλαβα τὴν πρώτην συλλαβὴν εἰς αμετάβολον καταλήγουσαν ἔχοντα προπαροξύνεται . λάμψακος ῥύνδακος ῥύνδακον ἀμφὶ βαθύσχοινον - οὕτως οὖν καὶ ὕρτακος ⁑
msA, 13.A41, commenting on 13.761 ** τοὺς δ’ εῦρ’ οὐκέτι πάμπαν ** ὅτι συλλητικῶς ἐπι τῶν τετρωμένων καὶ τῶν ἀπολωλότων- οὐ πάμπαν μὲν γὰρ ἀπήμονες οἱ τραυματίαι οὐκ ἀνόλεθροι δὲ οἱ τετελευτηκότες ⁑
msAim, 13.A21, commenting on 13.773 ** ** νῦν σοι ζώσεται αἰπὺς όλεθρος
msAint, 13.C1, commenting on 13.752 ** ** εἰς τὸ κατ πονούμενον μέρος .