Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 179r

Manuscript msA, page 179r

image

prev: 178v next: 179v

Iliad text

13.764 οἱ δ’ ἐν τείχει έσαν βεβλημένοι οὐτάμενοί τεimage1, 2

13.765 τὸν δὲ τάχ’ εὗρε μάχης ἐπ’ ἀριστερὰ δακρυοέσσηςimage1

13.766 δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο·image

13.767 θαρσύνονθ’ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·image

13.768 ἀγχοῦ δ’ἱ̈στάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·image

13.769 Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτά·image

13.770 ποῦ τοι Δηΐφοβός τε βίη θ’ Ἑλένοιο ἄνακτος·image1

13.771 Ἀσιάδης τ’ Ἀδάμας ἠδ’ Ἄσιος Ὑρτάκου υἱός ,image

13.772 ποῦ δέ τοι Ὀθρυονεύς · νῦν ὤλετο πᾶσα κατ’ ἄκρηςimage1, 2

13.773 Ἴ̈λιος αἰπεινὴ . . νῦν τοι σῶς αἰπὺς ὄλεθρος·image1, 2

13.774 τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·image

13.775 Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι ,image

13.776 ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιοimage

13.777 μέλλω . ἐπεὶ οὐδ έμε πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·image1

13.778 ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων .image

13.779 ἐκ τοῦ δ’ ἐνθάδ’ ἐόντες ὁμιλέομεν Δαναοῖσιimage

13.780 νωλεμέως . ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾶςimage

13.781 οἴω Δηΐφοβός τε βίη θ’ Ἑλένοιο ἄνακτοςimage

13.782 οἴχεσθον , μακρῇσι τετυμμένω ἐγχείῃσιν·image1

13.783 ἀμφοτέρω κατὰ χεῖρα . φόνον δ’ ἤμυνε Κρονίων ·image

13.784 νῦν δ’ ἄρχ’ ὅππῃ σε κραδίη θυμός τε κελεύει·image

13.785 ἡμεῖς δ’ ἐμμεμαῶτες ἅμ’ ἑψόμεθ’ , οὐδέ τί φημὶimage1

13.786 ἀλκῆς δευήσεσθαι , ὅση δύναμίς γε πάρεστι .image1, 2

13.787 παρ δύναμιν δ’ οὐκ ἔστι καὶ ἐσσύμενον , πολεμίζειν·image1

13.788 ὣς εἰπὼν , παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·image1

Scholia text

msA, 13.A42, commenting on 13.764 ** βεβλημένοι ουταμενοι τε ** ἀντι τοῦ οἱ μὲν ἀπο μήκους βεβλημένοι δόρατι ἢ ἰ+ῷ , οἱ δὲ ἐκ τοῦ ἐγγὺς τετρωμένοι ξίφει ἥ τινι τοιοῦτο ⁑ image

msA, 13.A43, commenting on 13.772 ** κατάκρης ** ἕως τῆς ἀκροπόλεως- τινὲς δὲ κρῆς μονοσυλλάβως , ἐπεὶ καὶ κρῆθεν φησίν ⁑ image

msA, 13.A44, commenting on 13.770 ** ποῦ τοι Δηΐφοβός ε , ** ἠθικῶς ὁποῦ ἐνταῦθα οὐ γὰρ πάρελκει , ἀλλ’ ἐχει χώραν κυριωτάτην , ἐπεὶ καὶ τὸ ὄλον δι Ἀλέξανδρον πράττει ⁑ image

msA, 13.A45, commenting on 13.782 ** οἴχεσθον μακροῖσι τετυμμένῳ ** ὅτι συλληπτικῶς τὸ τῷ ἑτέρῳ συμβεβηκῶς ἐπ’ αμφοτέρων τέταχεν , οὐ γὰρ ἀμφότεροι ἐπύτησαν . ἀλλ’ ὁ μεν ἕλενος ἐβλήθη ὁ δε δηΐφοβος ἐτύπη ⁑ image

msA, 13.A46, commenting on 13.787 ** παρ δύδαμιν οὐκ έστι καὶ ἐσσύμενον πολεμίζειν- ** τὸ ἑξῆς οὐκ έστι πολεμίζειν τὸ δὲ ἐσσύμενος διὰ μέσου οὕτως οὖν διορθωτέον διαστολῇ ἑκατερωθεν ⁑ image

msAil, 13.A11, commenting on 13.788@έπεισεν ** ** έπεισε image

msAim, 13.A22, commenting on 13.785 ** ** ουτ Ἀρισταρχ ἄλλοι δὲ μεμαῶτες ⁑ image

msAim, 13.A23, commenting on 13.797 ** ** ουτ μετ τοῦ συνδ θεσπεσίῳ δ’ ὁμάδω ⁑ image

msAim, 13.A24, commenting on 13.810 ** ** Ἀριστ αύτως ἄλλοις ούτως image

msAim, 13.A25, commenting on 13.820 ** ** ὅτι ελλειπ ἡ δια δια πλοίου image

msAint, 13.A10, commenting on 13.764 ** ** ὅτι πάλιν συλληπτικῶς οἱ μὲν γὰρ ἐβέβληντο οἰ δὲ οὐταμένοι ᾖσαν ⁑ image

msAint, 13.A11, commenting on 13.773 ** ** ὅτι θηλυκῶς ἡ Ἴ+λιος καὶ τὸ τοι παρέλκει οὐ γὰρ αὐτῷ μόνῳ ἢν ὀλεθρ’ ἀλλα καὶ τοῖς ἄλλοις ⁑ image

msAint, 13.A12, commenting on 13.777 ** ** ὅτι τὸ μέλλω ἀντ τοῦ έοικεν ⁑ image

msAint, 13.A13, commenting on 13.786 ** ** αντ αλεξησεως καὶ βοηθείας ⁑ image