Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 179v

Manuscript msA, page 179v

image

prev: 179r next: 180r

Iliad text

13.789 βὰν δ’ ΐμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ῆεν .image

13.790 ἀμφί τε Κεβριόνην . καὶ ἀμύμονα Πουλυδάμαντα .image

13.791 Φάλκην . Ὀρθαῖόν τε . καὶ ἀντίθεον Πολυφήτηνimage1

13.792 Πάλμύν τ’ . Ἀσκάνιόν τε , Μόρυν θ’ Ἱπποτίωνος ·image

13.793 οἵ ῥ’ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοῖimage1

13.794 ἠοῖ τῇ προτέρῃ : τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι·image

13.795 οἱ δ’ ΐσαν . ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃimage

13.796 ἥ ῥά θ’ ὑπο βροντῆς πατρὸς Διὸς εῖσι πέδον δὲ ,image

13.797 θεσπεσίῳ δ’ ὁμάδῳ ἁλὶ μίσγεται . ἐν δέ τε πολλὰimage1

13.798 κύματα παφλάζοντα . πολυφλοίσβοιο θαλάσσης .image

13.799 κυρτὰ , φαληριόωντα . πρὸ μέν τ’ ἄλλ’ . αὐτὰρ ἐπ’ ἄλλα·image1

13.800 ὡς Τρῶες . πρὸ μὲν ἄλλοι ἀρηρότες , αὐτὰρ ἐπ’ ἄλλοι .image

13.801 χαλκῷ μαρμαίροντες , ἅμ’ ἡγεμόνεσσιν ἕποντο .image

13.802 Ἕκτωρ δ’ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊimage

13.803 Πριαμίδης . προ ἕθεν δ’ ἔχεν ἀσπίδα πάντοσε , ΐσην .image1

13.804 ῥινοῖσιν πυκινὴν . πολλὸς δ’ ἐπελήλατο χαλκός·image

13.805 ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ·image

13.806 πάντῃ δ’ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζωνimage

13.807 εἴ , πώς , οἱ , εἴξειαν ὑπ’ ἀσπίδια προβιβῶντιimage

13.808 ἂλλ’ οὐ σύγχει θυμὸν ἐνί στήθεσσιν Ἀχαιῶν ·image1

13.809 Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων :image1, 2

13.810 δαιμόνιε . σχεδὸν ἐλθέ . τί ὴ δειδίσσεαι αύτωςimage1, 2

13.811 Ἀργείους , οὔ τοι τι μάχης ἀδαήμονές εἰμεν·image

13.812 ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί ·image

13.813 ῆ , θήν , που τοι θυμὸς ἐέλπεται ἐξαλαπάξεινimage

Scholia text

msA, 13.A47, commenting on 13.791 ** Φάλκην ρθαῖόν ε ** Ὀρθαῖον ς Ἀλκαῖον πεὶ φησὶ , τὰ διὰ τοῦ αῖος ρισύλλαβα ἔξοντα τὴν πρώτην πρώτην συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν προπερισπᾶσθαι θέλει- χερσαῖος ὀρφναῖος ἐρσαῖος ἀρχαῖος Ἀρναῖος ρικκαῖος- Ἑρμαῖος ὅθεν τὸ Ἑρμαῖον κάρα παρα Σοφοκλῖ - τὸ δὲ ὅθι δ’ Ἑρμαῖος λόφος ἐστιν . ὡς εἰσ ιδιότητα . καὶ τὸ ἐπι τοῦ κυρίου προς αντιδιαστολήν . διάφορον τόνον ἀνεδέξατο ὡς Ἀθήναιος αὶ θηναῖος γοραῖος καὶ ἀγόραιος , οὕτως οὖν καὶ Ὀρθαῖος ροπερισπωμένως ἀναγνῶστέον . οὐδεμία γὰρ ἀντιδιαστολή- ἐπι τοῦ ὀνόματος κεχώρηκεν ⁑ - image

msA, 13.A48, commenting on 13.793 ** οἵ ρ’ ἐξ ασκανίης ** ὅτι ἀμοιβοὶ οἱ διαδεξάμενοι τὸυς ἔμπροσθεν παραγενομένους ἐπικούρους ἤτοι οἱ εξαμοιβῆς καὶ ἐναλλάξεως παραγεγονότες συμμαχῆσαι τοῖς τρωσὶν , ἀντι τὸν πρότερον συνεργούντων ὐτοῖς πολιτῶν , δια γὰρ τὸ επι δεκα έτη τὸν πόλεμον ἀνύεσθαι , οἱ πρώτοι κεκμηκότες κατα μαχην ἰσαρίθμων αυτῶν ἄλλων ἀποστελλομένων ἀπεπέμποντο ὡς εἰκὸς ἐξ αμοιβῆς ἀμύμοντες , ἣ οἱ αμοιβὴν ἀποδιδόντες τῷ πριάμῳ ια τὸ καὶ αὐτὸν συμμαχῆσαι φρυξὶν πιφέρει γὰρ ἡοῖ τῇ προτέρᾳ έγει γὰρ ἐν τῷ καταλόγω . φόρκυς ‘ αὖ φρύγας γε καὶ ἀσκάνιος οειδής ἷοι αμοιβοί . δια γὰρ τῆς ἀμοιβῆς τῶν ποδῶν γίνεται τῶν πεζῶν ἔφοδος ⁑ image

msA, 13.A49, commenting on 13.799 ** κυρτὰ φαληριόεντα ** διασταλτέον βραχὺ φαληριόωντα- καὶ ἀλλά , στικτέον δὲ αὐτὰρ ἐπ άλλα image

msA, 13.A50, commenting on 13.803 ** προ έθεν δ’ έχεν ἀσπίδα ** ὁμοίως τῷ ἀπο έθεν ἀναγνωστέον κατ ορθην τάσιν προείρηται δὲ περὶ τῆς ἀντωνυμίας ⁑ image

msA, 13.A51, commenting on 13.808 ** ‡ ἀλλ’ οὐ σύγχει θυμὸν ** ὅτι σύνοδος ὑποτάσσει λίην γάρ σφι πᾶσιν ἐκέκριτο θάρσεϊ πολλῷ τοῦτο δὲ ἐπὶ τῶν προκειμενων δηλοῦται , καὶ ὁ Ἀρισταρχος περι του στίχου οὕτως λέγει ὅτι ἐν τοῖς Ζηνοδοτείοις ἐφέρετο- image

msA, 13.A52, commenting on 13.809 ** μακρὰ βιβάσθων ** τυραννίων περσπᾷ οὐχ ὑγιῶς ὁ γὰρ χαρακτὴρ βαρεῖαν τάσιν ἀπαιτεῖ , εἴτε ἀπο τοῦ βιβῶ βιβάθω γενομένου τοῦ ῥήματος περιπλεονάσαντος τοῦ σ ὥς φησι Φιλόξενος . εἴτε ἁπο ὀνόματος τοῦ βίβασθος βιβάσθων ὡς ἄϊστος ἀΐσθων - γίνεται γάρ τινα ἀπο τῶν εἰς τὸς κατα μεταβολην τοῦ τέλους εἰς θω βαρύτονα ῥήματος . ἐγερτὸς ἐγέρθω ἐρεκτὸς ἐρέχθω ἄϊστος ἀΐσθων- οὕτως καὶ παρα τὸ μβιβαστὸς βιβάσθων- παραιτητέον δὲ καὶ τοὺς ὀξύνοντας ὡς δεύτερον ἀόριστον . image

msAil, 13.A12, commenting on 13.809@βιβάσθων ** ** διαβαίνων : image

msAil, 13.A13, commenting on 13.810@τί ὴ ** ** τί δη image

msAim, 13.A26, commenting on 13.832 ** ** ἐν αλλῷ παρα νηυσίν ⁑ image