Manuscript msA, page 17r
| prev: 16v | next: 17v | 
1.251  ἐφθίαθ’ . οἵ , οἱ . πρόσθεν ἅμα τράφεν ἠδ’ ἐγένοντο1, 2, 3, 4
1.252  ἐν Πύλῳ ἠγαθέῃ· 					μετὰ δὲ τριτάτοισιν ἄνασσεν·1, 2, 3
1.253  ὅ σφιν ἔϋ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
1.254  ὦ πόποι ῆ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱ̈κάνει·1, 2, 3
1.255  ῆ κεν γηθήσαι Πρίαμος 					 Πριάμοιό τε παῖδες·1
1.256  ἄλλοι τε Τρῶες μέγα 					κεν κεχαροίατο θυμῷ .1
1.257  εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν·1, 2, 3
1.258  οἳ περὶ μὲν βουλὴν 					 Δαναῶν , περὶ δ’ ἐστὲ 					μάχεσθαι .1, 2, 3
1.259  ἀλλὰ πίθεσθ’· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·1
1.260  ἤδη γάρ ποτ’ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ἡμῖν1, 2
1.261  ἀνδράσιν ὡμίλησα· καὶ οὔ ποτέ μ’ οἵ γ’ ἀθέριζον·1, 2
1.262  οὐ γάρ πω τοίους ἴ̈δον ἀνέρας οὐδὲ ἴ̈δωμαι1
1.263  οἷον Πειρίθοόν τε· 						 Δρύαντά τε ποιμένα λαῶν·1, 2
1.264  Καινέα τ’ . Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον ·1, 2, 3
1.266  κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·
1.267  κάρτιστοι μὲν ἔσαν . καὶ καρτίστοις ἐμάχοντο1
1.268  φηρσὶν ὀρεσκῴοισι· καὶ ἐκπάγλως ἀπόλεσσαν .1, 2, 3, 4, 5, 6
1.269  καὶ μὲν τοῖσιν ἐγὼ μεθ’ὁμίλεον ἐκ Πύλου ἐλθὼν1, 2, 3
1.270  τηλόθεν ἐξ ἀπίης γαίης . καλέσαντο γὰρ αὐτοί·1, 2
1.271  καὶ μαχόμην κατ’ ὲμ’ αὐτὸν ἐγώ· κείνοισι δ’ ἂν οὔ τις1, 2
1.272  τῶν . οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·1
1.273  καὶ μέν μευ βουλέων ξύνιεν· πείθοντό τε μύθῳ·1, 2, 3, 4
1.274  ἀλλὰ πίθεσθε καὶ ὕμμες . ἐπεὶ πείθεσθαι ἄμεινον·1
1.275  μήτε σὺ τόνδ’ ἀγαθός περ ἐὼν ἀποαιρέο κούρην .1, 2, 3, 4
1.276  ἀλλ’ ἔα· ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν ·1, 2
msA, 1.731, commenting on 1.268   ὀρεσκῴοισι κείω· κοῖος κῷος ὀρεσικῷος καὶ ὀρεσκῷος ⁑
msA, 1.732, commenting on 1.270   τηλόθεν ἐξ απίης ὅτι παραλληλως τηλοθ εξ απίης οἱ δὲ νεώτεροι ἐξεδέξαντο τὴν Πελοπόννησον ⁑
msA, 1.861, commenting on 1.271   κατ εμ’ αὐτὸν οὕτως κατὰ παράθεσιν ἐν δύο τόνοις ἐμὲ αὐτὸν σύνθετος γὰρ ἀντωνυμία παρα τῷ ποιητῇ οὐκ έστιν ⁑
msA, 1.733, commenting on 1.272   τῶν οἳ νῦν βροτοι ὅτι ἀντι τοῦ μάχοιτο οὐ κατα διαίρεσιν , ἀλλὰ κατὰ παρένθεσιν τοῦ ε ⁑
msA, 1.734, commenting on 1.273   βουλέων ξύνιεν δια τοῦ ε ὡς αὐτὰρ ἐπεὶ κοσμηθεν · μεμνηται δὲ αυτ καὶ εν τῷ ιζ ὁ Ηρωδιανός
msAil, 1.743, commenting on 1.251   ἐφθάρησαν
msAil, 1.744, commenting on 1.251   αντι οίτινες προ τούτον ἐγένοντο καὶ οἱ άμα αὐτῶ τραφέντες ⁑
msAil, 1.745, commenting on 1.252   πάνυ θεία
msAil, 1.746, commenting on 1.252   ἐν δὲ τῇ τρίτη γεννεᾶ ἐβασίλευσεν
msAil, 1.747, commenting on 1.254   φεῦ φεῦ
msAil, 1.748, commenting on 1.254   όντως μγ λύπη
msAil, 1.749, commenting on 1.254   μετωνυμία
msAil, 1.750, commenting on 1.255   όντως ἂν χαρείη
msAil, 1.751, commenting on 1.256   χαρεῖεν
msAil, 1.752, commenting on 1.257   εἰ ὑμῶν
msAil, 1.753, commenting on 1.257   μάθοιεν
msAil, 1.754, commenting on 1.257   μαχομένων
msAil, 1.756, commenting on 1.259   ὑπάρεται
msAil, 1.757, commenting on 1.260   βελτίῳσι κρείττος :
msAil, 1.758, commenting on 1.261   συνανεσράφη
msAil, 1.759, commenting on 1.261   ἠπείθουν ἀπεδοκίμαζον :
msAil, 1.761, commenting on 1.264   καὶ τὸν ἰσόθεον
msAil, 1.762, commenting on 1.267   ὑπῆρχον
msAil, 1.763, commenting on 1.268   θηρσὶν τοῖς ἐν όρεσι διαιτωμένοις
msAil, 1.764, commenting on 1.268   εξόχως καὶ φοβερως
msAil, 1.765, commenting on 1.269   τοῖς περι τὸν Πειρίθοον
msAil, 1.766, commenting on 1.269   συνεμάχουν
msAil, 1.767, commenting on 1.270   πορρωθεν
msAil, 1.769, commenting on 1.273   ἤκουον ἐπίθοντ
msAil, 1.771, commenting on 1.275   καίτοι βασιλεὺς ὑπάχων ῆ αγαθὸς τῆ γνώμῃ
msAil, 1.772, commenting on 1.275   Ϊωνων
msAil, 1.773, commenting on 1.275   Ϊώνων
msAim, 1.735, commenting on 1.251   τὸ άμα ἐπι καιροῦ· τὸ ομοῦ ἐπι τόπω ⁑
msAim, 1.736, commenting on 1.258   δια τοῦ ν βουλην οὐ δια τοῦ ϊ ούτος Ἀρίσταρχος καὶ ἐν τῆ πολυστιχ ⁑
msAim, 1.737, commenting on 1.271   ὅτι Ζηνοδ γράφει κατ εμωυτόν τὸ δὲ πλῆρες εμε αὐτον ⁑
msAim, 1.738, commenting on 1.275   ὅτι ἀρχαϊκῶς τόνδε ἀφαιροῦ οὐχι τοῦδε ⁑
msAint, 1.739, commenting on 1.268   ωδ
msAint, 1.740, commenting on 1.269   οὕτως Ἀρισταρχος τὴν μετα φυλάσσειν τὸν τόνον ⁑
msAint, 1.742, commenting on 1.276   ἐκτατέον τὸ αλφα ⁑