Manuscript msA, page 17v
prev: 17r | next: 18r |
1.277 μήτε σὺ Πηλείδ’ ἤθελ’ ἐριζέμεναι βασιλῆϊ1, 2, 3
1.278 ἀντιβίην· ἐπεὶ οὔ ποθ’ ὁμοίης ἔμμορε τιμῆς1, 2
1.279 σκηπτοῦχος βασιλεὺς . ᾧ τε Ζεὺς κῦδος ἔδωκεν·1
1.280 εἰ δὲ σὺ καρτερός ἐσσι· θεὰ δέ σε γείνατο μήτηρ .1
1.281 ἀλλ’ ὅδε φέρτερός ἐστιν . ἐπεὶ πλεόνεσσιν ἀνάσσει·1
1.282 Ἀτρείδη · σὺ δὲ παῦε . τεὸν μένος· αὐτὰρ ἔγωγε1
1.283 λίσσομ’ Ἀχιλλῆϊ μεθέμεν χόλον· ὃς μέγα πᾶσιν1, 2
1.284 ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο·1, 2
1.285 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ·
1.286 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατα μοῖραν ἔειπες·1
1.287 ἀλλ’ ὁ δ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων·
1.288 πάντων μὲν κρατέειν ἐθέλει , πάντεσσι δ’ ἀνάσσειν ,1
1.289 πᾶσι δὲ σημαίνειν , ἅ , τιν’ οὐ πείσεσθαι ὀΐω·1
1.290 εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες1, 2
1.291 τοῦνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι ;1
1.292 Τὸν δ’ ὰρ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς ·
1.293 ῆ̄ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην1, 2, 3, 4
1.294 εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττι κεν εἴπῃς·1, 2, 3
1.295 ἄλλοισιν δὴ ταῦτ’ ἐπιτέλλεο· μὴ γὰρ ἔμοιγε1, 2
1.296 σήμαιν’· οὐ γὰρ ἔγωγέ τι σοι πείσεσθαι ὀΐω·1, 2
1.297 ἄλλο δέ τοι ἐρέω· σὺ δ’ ἐνι φρεσὶ βάλλεο σῇσι·
1.298 χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης1, 2
1.299 οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ . ἐπεί μ’ ἀφέλεσθέ γε δόντες·1, 2, 3
1.300 τῶν δ’ ἄλλων , ἅ μοι ἐστὶ θοῇ παρὰ νηῒ μελαίνῃ .1
1.301 τῶν οὐκ ἄν τι , φέροις , ἂν , ἑλὼν ἀἕκοντος ἐμεῖο·1, 2
msA, 1.793, commenting on 1.277 Πηλείδ ‘ ἥθελ’ Ἀρίσταρχος ἀποφαίνεται ὡς κατὰ τὴν Ὁμηρικὴν συνηθ τὸ ῥῆμα κατὰ τὸν ἐνεστωτα ἀπο τοῦ ε ἄρχεται . ἀλλα μὴν καὶ ἡ κίνησις ἡ τοῦ παρατα ἀλλ’ οδ’ ἀνηρ εθελει · ἤθελε Μηριόνης καὶ ἐνθάδε οὖν ἄμεινον τῇ συνηθεστέρᾳ ἀναγνώσει προσέχοντας ἐπι τὴν δη συλλαβὴν ὀξείαν παραλαμβάνειν ἵνα κρᾶσις ᾖ τοῦ ἔθελε τρισυλλαβου γενομένη ὡς καὶ συνηθης ἐστὶν ὁ ποιητης . τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατα τόνον εστι τρισύλλαβον ὄν ὡς δείκνυται ἐν τοῖς Περι ῥημάτων ⁑
msA, 1.794, commenting on 1.280-1.281 εἰ δὲ σὺ καρτερός ἔσσι ὑποστικτέον ἐπι τὸ εσσί , καὶ μήτηρ , τοῦ ἀλλά προς μὲν τὴν σύνδεσιν πλεονάζοντος μόνην δὲ ἐναντίωσιν περιστάντος δύναται δέ τις τὸ μὲν ἐσσὶ ὑποστίζειν , τὸ δὲ μηρ στίζειν ἵνα ὁ δε περισσεύῃ ἀπ άλλης δὲ ἀρχῆς ἀλλ όδε φέρτερός ἐστιν βέλτιον δὲ τὸ πρότερον ⁑
msA, 1.796, commenting on 1.280 εἰ δε σὺ καρτερός ἔσσι ⁑ τὰ εἰς τερος τρισυλ βαρύνεται οἶον σφέτερος πρότερος κύντερος πῶς οὐχὶ κάρτερος κατα βαρείαν λέγομεν ὅτι τοῦτο οὐκ ἦν εἰς τέρος ἀλλ εἰς ἔρος · τὸ γὰρ τ οὐκ εν τῆ παραγωγῇ ἔσχεν ἦν γὰρ ἀπο τοῦ κρατος ὡς ἀπο τοῦ βλάβος βλαβερός οὐ δια τοῦ βέρος ἡ παραγωγη ἐν γὰρ τῷ πρωτοτυπῳ τὸ β οὔτω καὶ ἀπο τοῦ κράτος κρατερός δια τοῦ ερος ἡ παραγωγη οὐ δια τοῦ τερος ⁑
msA, 1.797, commenting on 1.290-1.291 εἰ δέ μιν αἰχμητὴν ὑποστικτεον ἐπι τὸ ἐόντες , ἐπι δὲ τὸ μυθήσασθαι στικτέον οὐδὲν γὰρ ἐλλείπει ὠς ᾠήθησαν τινὲς ἀναφέρεται δὲ ταῦτα ἐπι τὸ οὔ ποτ’ ς πόλεμον καὶ οὔτε λόχον δ ιεναι ⁑
msA, 1.798, commenting on 1.290-1.291 το τοῦ δευτέρου οὖν στίχου πευστικῶς ἀναγινωσκόμενου γίνεται ὁ λόγος τοιοῦτος· εἰ δε πολεμικὸν αὐτὸν ἐποίησαν οἱ θεοὶ ἄρα ὀφειλει δια τοῦτο ἄλλοις ὀνειδίζειν·
msA, 1.799, commenting on 1.293 οὐτιδανός ὡς πευκεδανὸς ληθεδανός· οἱ δὲ οὔτις οὐτιδανός ὡς οὐδαμινός μέγιστον δὲ ὄνειδος ἡγειται τὴν δειλίαν ⁑
msA, 1.800, commenting on 1.294 εἰ δη σοὶ πᾶν ἔργον· οὕτως ὀρθοτονητέον τὴν ἀντωνυμίαν ἀντιδιασταλτικῆ γάρ ἐστιν . διδάσκει καὶ ἡ γραφὴ δια τοῦ σ οὖσα εἰ γαρ ἦν εγκλιτικὴ ὁμοίως ἂν ἐτράφετο τῷ εἰ δή τοι σοῦ πρς · καί τοι ἐγὼ συνέριθ · περι δε ταύτης τῆς ἀναγνώσεως ἐντελέστερερον διαληψόμεθ ἐν τῇ Γ τῆς Οδ ὅταν περι τῆς Ὀδυσσειου γραφῆς ἐπιζητῶμεν πότερον τοῦ ἕνεκα σοί προτέρω ἢ τοῦ ἔνεκά τοι ⁑
msA, 1.801, commenting on 1.298 μαχήσομαι οὕτως δια τοῦ η , οὐ δια τοῦ ες καὶ ἡ Μασσαλιωτικῇ καὶ ἡ Ἀργολικῇ καὶ ἡ Σινωπικὴ , καὶ ἡ Ἀντιμάχου καὶ Ἀριστοφάνους ⁑
msA, 1.802, commenting on 1.299 οὔτε σοὶ οὔτε ὅτι Ζηνόδοτος γράφει ἐπεὶ ρ εθέλεις ἀφελεσθαι , ἔργῳ δὲ κοινωνεῖ εἰς ἅπαντας τὴν αιτίαν τῆς ἀφαιρέσεως ἀγνοῶν ⁑
msA, 1.803, commenting on 1.299 οὐτέ τῳ τὸ τω ση ε ὄνομα ἄρθρον ἀντωνυμιαν σύνδεσμον αἰτιολογικὸν καὶ ῥῆμα· ὄνομα μὲν οὕτως , οὔτε σοὶ οὔτε τῷ ἄλλω ἐστι γὰρ ἀντι τοῦ τινί· ῥῆμα δὲ , οἷον Κύκλωψ τί πῖε οἶνον ἐστι γὰρ τὸ θέμα τῶ αρθ ὃ σημαι τὸ λαμάνω ἄρθρον δὲ οὕτως . ἤτοι μὲν τά γ’ όπισθε Μαχάωνι παντα ἔοικε τῷ Ασκληπιαδι · ἀντωνυμίαν δὲ δὲ ἐν τω τό μιν εεισάμενος σύνδεσμον δὲ αἰτιολογικὸν οὔτως τὸ σε καὶ οὐ δύναμαι οὔτε τῷ ἵνα μὴ νομισθῆ προς ένα μόνον ἀξιόχρεως εἶναι μάχεσθαι ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας συμπεριείληφεν οὐκ επαμύνντας αὖτῶ στὲρουμένω τῆς δωρεᾶς ⁑
msAil, 1.811, commenting on 1.277 βούλου
msAil, 1.812, commenting on 1.278 ἴσης
msAil, 1.813, commenting on 1.278 ἔλαχεν ἔτυχεν ⁑
msAil, 1.814, commenting on 1.279 ᾥστινι
msAil, 1.815, commenting on 1.281 αντι πλειόνων
msAil, 1.816, commenting on 1.282 την σὴν οργήν
msAil, 1.817, commenting on 1.283 συγχωρήσας
msAil, 1.818, commenting on 1.283 μεγάλως
msAil, 1.819, commenting on 1.284 τειχος περίφραγμα
msAil, 1.830, commenting on 1.295 πρόστασσε
msAil, 1.831, commenting on 1.296 πρόστασσε
msAil, 1.832, commenting on 1.296 ἐγω γὰρ οὐ νομίζω πισθηναι σοι :
msAil, 1.834, commenting on 1.301 λάβοις
msAim, 1.804, commenting on 1.277 ὅτι ἐγκεκλιμενως ἀναγνωστεον ἵνα διαλύηται εις τὸ ἔθελον ⁑
msAim, 1.805, commenting on 1.291 ὅτι συνήθως ἑαὐτῶ προθέουσι τὰ· ὀνείδη ⁑
msAim, 1.806, commenting on 1.295 κοινὸν τὸ ἐπιτέλλεο καὶ ὁ γὰρ περισσὸς ὁ εξῆς διὸ ἀθετεῖται ⁑
msAint, 1.809, commenting on 1.298 οὕτως διὰ τοῦ η μαχησομαι ⁑