Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 180r

Manuscript msA, page 180r

image

prev: 179v next: 180v

Iliad text

13.814 νῆας . ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν·image

13.815 ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴimage1

13.816 χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε·image

13.817 σοὶ δ’ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι . ὁππότε φεύγωνimage1

13.818 ἀρήσῃ Διῒ πατρὶ καὶ ἄλλοις ἀθανάτοισιimage

13.819 θάσσονας , ϊρήκων έμεναι καλλίτριχας ἵππους·image

13.820 οἵ σε πόλιν δ’ οἴσουσι κονί̄οντες πεδίοιο·image1

13.821 ὡς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνιςimage

13.822 αἰετὸς ὑψιπέτης . ἐπι δ’ ἴ̈αχε λαὸς Ἀχαιῶνimage

13.823 θάρσυνος οἰωνῷ . ὁ δ’ ἀμείβετο φαίδιμος Ἕκτωρ ·image

13.824 Αἶαν ἁμαρτοεπὲς , βουγάϊε . ποῖον ἔειπες·image1, 2

13.825 αὶ , γὰρ , ἐγὼν , οὕτω γε Διὸς πάϊς αἰγιόχοιοimage

13.826 εἴην ἤματα πάντα , τέκοι δέ με πότνια Ἥρη .image

13.827 τῑοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων .image

13.828 ὡς νῦν ἡμέρη ἧδε κακὸν φέρει Ἀργείοισιimage

13.829 πᾶσι μάλ’ . ἐν δὲ σὺ τοῖσι πεφήσσαι . αἵ κε ταλάσσῃςimage

13.830 μεῖναι ἐμὸν δόρυ μακρὸν . ὅ , τοι χρόα λειριόενταimage1

13.831 δάψει . ἀτὰρ Τρώων κορέεις κύνας ἠδ’ οἰωνοὺςimage

13.832 δημῷ καὶ σάρκεσσι . πεσὼν ἐπι νηυσὶν Ἀχαιῶν ·image1

13.833 ὡς ἄρα φωνήσας ἡγήσατο . τοὶ δ’ ἅμ’ ἕποντοimage

13.834 ἠχῇ θεσπεσίῃ· ἐπι δ’ ἴ̈αχε λαὸς ὄπισθεν·image

13.835 Ἀργεῖοι δ’ ἑτέρωθεν ἐπίαχον . οὐδ’ ἐλάθοντοimage

13.836 ἀλκῆς . ἂλλ’ έμενον Τρώων ἐπιόντας ἀρίστους·image

13.837 ἠχὴ δ’ ἀμφοτέρων ΐκετ’ αἰθέρα καὶ Διὸς αὐγάς·image

Scholia text

msA, 13.A53, commenting on 13.824 ** αἶαν μαρτοεπες βουγάϊε , ** ζηνόδοτος βουγήϊε , δια τοῦ η δε ἀρίσταρχος δια τοῦ α τάχα ἐπεὶ γαιων ὡς ἐπι τὸ πλεῖστον ὁ ποιητὴς λέγει ⁑ image

msA, 13.A54, commenting on 13.824 ** βουγάϊε ** τὴν γῆν ἐργαζόμεναι βοῦ δια τὸ δυσκίνητον καὶ μὴ δρομικὸν ὡς ἀχιλλεὺς καὶ μέγα τοῦ σώματος , ἡ ἐπῖ τῇ ἀσπίδι γαίων ὅ εστι γαυριῶν οἱ δὲ βουγάϊε εστι αγροῖκε βοῦ νίκανδρος δέ φησιν ὅτι δουλιχιῶται καὶ σάμιοι τοὺς ἐσθίοντας τὸ γάλα μηδὲν δὲ ἰσχύοντας βουγαΐους καλοῦσιν ⁑ image

msAil, 13.A14, commenting on 13.815@ὑμὴ ** ** ὑμετέρα image

msAil, 13.A15, commenting on 13.817@ὁππότε φεύγων ** ** τοῦτο φησιν όπερ ἐπάγει image

msAim, 13.A16bis, commenting on 13.830 ** ** ση τὸν χρόα image