Manuscript msA, page 180v
| prev: 180r | next: 181r |
14.1 Νέστοραδ’ οὐκ ἔλαθεν ἰ̈αχὴ πίνοντά περ ἔμπης .1, 2, 3
14.2 ἀλλ`’ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·
14.3 φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·1
14.4 μείζων δὴ παρα νηυσὶ βοὴ θαλερῶν αἰζηῶν .
14.5 ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον .1
14.6 εἰσόκε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἐκαμήδη
14.7 θερμήνῃ· καὶ λούσῃ ἄπο βρότον αἱματόεντα ,1
14.8 αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν·1
14.9 ὡς εἰπὼν , σάκος εἷλε τετυγμένον υἷος ἑοῖο .
14.10 κείμενον ἐν κλῑσίῃ· Θρασυμήδεος ἱ̈πποδάμοιο .
14.11 χαλκῷ παμφαῖνον , ὁ δ’ ἔχ’ ἀσπίδα πατρὸς ἑοῖο·1
14.12 είλετο δ’ ἄλκιμον ἔγχος . ἀκαχμένον ὀξέϊ χαλκῷ·
14.13 στῆ δ’ ἐκτὸς κλισίης , τάχα δ’ εἴσιδεν ἔργον ἀεικὲς .1, 2
14.14 τοὺς μὲν ὀρινομένους . τοὺς δὲ κλονέοντας ὄπισθε
14.15 Τρῶας ὑπερ θύμους . ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν ·1
14.16 ὡς δ’ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ .1, 2
14.17 ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα .1
14.18 αὔτως . οὐδ’ ἄρα τε προκυλίνδεται οὐδ’ ἑτέρωσε1
14.19 πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οῦρον .
14.20 ὡς ὁ γέρων ὥρμαινε δαϊζόμενος κατα θυμὸν1, 2
14.21 διχθάδι’· ἠ μεθ’ όμιλον . ΐοι Δαναῶν ταχυπώλων .1
14.22 ἠὲ μετ’ Ἀτρείδην Ἀγαμέμνονα ποιμένα λαῶν·
14.23 ὧδε δέ οἱ φρονέοντι . δοάσσατο κέρδιον εἶναι .
14.24 βῆναι ἐπ’ Ἀτρείδην , οἱ δ’ ἀλλήλους ἐνάριζον
14.25 μαρνάμενοι . λάκε δέ σφι περι χροῒ χαλκὸς ἀτειρὴς1, 2
msA, 14.B1, commenting on 14.1 ** ‡ Νέστορα δ’ οὐκ έλαθεν ἰαχῆ : ** στικτέον κατα τὸ τέλος τοῦ στίχου· ὁ γὰρ λόγος , Νέστορα δὲ καίπερ πίνοντα όμως οὐκ ἔλαθεν η βοη πρὸς ἄλλοις γὰρ ἡ τοῦ πίνοντ ψυχῇ . ἀπρεπὲς δὲ τινὲς οἰηθέντες εἶναι καὶ οὐ κατ πρεσβύτην τὸ πίνειν ἐπι το ϊαχή στίξαντες τὰ εξῆς συνάπτουσιν πινοντά περ ἔμπης . ἀλλ Ασκληπιαδην · πρὸς δὲ τὸ μὴ εἰναι ὁμηρικὸν τὸ ὑπερβατὸν καὶ τὸ πε τοῦ Μαχάονος ἄτοπον , πε οῦ καὶ τὴν ἀρχὴν ἐζητεῖτο εἰ δεόντως τετρωμένος οἶνον προσεφέρετο . βέλτιον οὖν ἡ συνήθης ἀναγνωσις ⁑
msA, 14.B2, commenting on 14.1 ** Νέστορα δ’ οὐκ ἐλαθεν : ** σφόδρα συνετῶς εἰσάγεται ὁ Νέστωρ μὴ νικώμενος ὑπ μεθης τῶν λογισμῶν , δηλοῖ δὲ ὡς οὐδε ἡ χρεῖα τῶν ἡδέων κατ τὴν δίαιταν τοῖς πουδαίοις ἐμποδὼν πρὸς επίσκεψιν γίνεται· ἐζήτηται δέ πῶς ὁ Νεστ ἐπι τοσουτ πινεῖν ἀρξαμενος ἀπο τῶν εσχάτων τῆς Λ · καὶ ῥητεὸν ὁτι ου τοσουτ χρόνον ἔπινεν ἀλλ Ὅμηρος κατ παρέκβασιν ἐπαγγειλας τὰς πράξεισ βουληθεὶς δὲ ἐπι τὸν Νεστορα μεταβῆναι πάλιν ἀπο τηςαύτης τῆς πράξεως ἤρξατ ἀφ ἧσπερ αὐτὸν καὶ κατέλιπ ποιοῦντα ⁑
msA, 14.B3, commenting on 14.1 ** ἔλαθεν ** σημ καὶ τὸ ἐκ προαιρέσεως μαθόντα παραπέμψασθαι ὡς τὸ καὶ τότ’ ἐγὼ Κίρκης λιθόμην ἐν
msA, 14.B4, commenting on 14.5 ** πῖνε , ** ἀντι τοῦ πῖθι ὡς διεφαίνετο χωρος πιπτόντων , ἀλλ αντι τοῦ πεσόντων ⁑
msA, 14.B5, commenting on 14.3 ** ὅπως ἔσται ** τὸ ἔσται διαφέρει τοῦ γενήσεται · τὸ μὲν γὰρ ἐπι τοῦ ὑπάρχοντος ὡς ἔσται γέρων ῶδε , τὸ δὲ ἐπι μι οντ γενησετ παῖς ⁑
msA, 14.B6, commenting on 14.7 ** θερμήνῃ καὶ λούσῃ ** ὅτι οὐ πᾶν αῖμα βρότος , ἀλλα τὸ ἀπο βροτοῦ πεφονευμένου· τὴν δὲ προθ ἀναστρεπτέον το γὰρ εξῆς ἐστιν ἀπολούσῃ ⁑
msA, 14.B7, commenting on 14.8 ** αὐτὰρ ἐγὼν ἐλθὼν ** οτ τὸ τάχα ἀντι τοῦ ταχέως καὶ ὅτι περιωπῆ τόπος εξ οὗ περιόψεταί τις πάντα καὶ τὸν Ἀγαμέμνονα νοητέον προεληλυθεναι ἐπί τινα τοιουτον τόπον ἵνα ἴ̈δη τὰ τῶν Τρώων πυρά ⁑
msA, 14.B8, commenting on 14.11 ** χαλκῶ παμφαί ⁑ ** πιθανῶς ὁ νεὸς εἰσῆκται κεχρημένος τῇ χρυσῇ ἀσπίδι προείρηκεν γὰρ πε αυτῆς ὁ ποιητ αλλ εφομαρτεῖτον καὶ σπεύδετον ὀφρα λάβοιμεν ἀσπίδα νεστορέην· τῆς νῦν κλεὸς οὐρανὸν ΐκει πᾶσαν χρυσείην έμεναι κακόνας τε καὶ αυτήν ⁑
msA, 14.B9, commenting on 14.13 ** στῆ δ’ εκτὸς κλισίης , ** ὁτι οὐ κατ τὸ ἀκριβὲς ἐκτὸς τῆς κλισίας ἔστη ἀλλ επι τὴν πεωπὴν προῆλθεν ⁑
msA, 14.B10, commenting on 14.15 ** ἐρέριπτο· ** ἔστι ῥῆμα ἐρίπτω σηναῖνον τὸ πίπτω · ἤριπε δ’ ὡς ὁτε τις δρῦς ἠ ἀχερωὶ̈ς . σημαίνει δὲ καὶ τὸ καταβάλλω ῥεῖα όχθας βαθείας ποσσὶν ἐρίπτων αντ τοῦ κατ ῥίπτων καὶ κατβάλλων οὐ γίνεται παθητικὸν ἐρίπτομαι ἀντι τοῦ κατβάλλομαι καὶ ἠριμμαι παρακείμενος καὶ ἠρίμμην ὐπερσυντέλικος ἤριψο ηριπτο καὶ ἀττικῶς διπλασιασμὸς ἐρηριπτο καὶ κατ συστο ἐρέριπτο ⁑
msA, 14.B11, commenting on 14.16 ** ὡς δ’ ὅτε πορφύρῃ ** ὁτι πορφύρῃ μελανίζει· εἰωθεν δὲ ὅτ ἂν ἀρχὴν λαμβάνῃ κινήματ ἡ θάλασσα μελανίζειν δι ὃ μεταφέρει ἐπι τοὺς κατα ψυχὴν μεριμνῶντας καὶ ταρασσομένους καὶ ὁτι κωφῷ λέγει τῷ ἀφώνῷ καὶ μηδέπω καχλάζοντ καὶ ἀποτελοῦντι ήχν· μηδεπω γὰρ ἀνέμον εὐκρινοῦς ὀντος τὸ κῦμα ηρεμεῖ ⁑
msA, 14.B12, commenting on 14.20 ** δαϊζόμενος ** διχῆ μεριζόμενος τῷ σκέμματι τῶν λογισμῶν τουτέστιν ἐπι πολλὰ τὸν λογισμὸν μεταφέρων καὶ διασκοπούμενος ⁑
msA, 14.B13, commenting on 14.21 ** διχθάδει ῆ μεθ ὅμιλον ** τὸ πλῆρες ἐστι διχθαδια ὥσπερ καὶ Ἀρίσταρχος βούλεται διὃ τὴν χθὰ συλλαβὴν ὀξυτονητ · παραιτητεον δὲ τοὺς βουλομένους εῖναι διχθαδίηα ἠ μεθ’ ὅμιλον καὶ τὴν δὴ συλλα ὀξύνοντας ⁑
msA, 14.B14, commenting on 14.25 ** λάκε ** οἱ μὲν ἡλλάχθαι τὸν χρόνον . οἱ δὲ ἀντι τοῦ ἴληκε ἐνδείᾳ τοῦ ϊ ὡς ἄνωρον κραδίην ἔχεις καὶ ϊωνικῇ συστοων τοῦ η εἰς α λάκε ῶνοματοπεποίητ δὲ ὅθεν καὶ ἡ λακὶς ⁑
msA, 14.B15, commenting on 14.32 ** ‡ ἐπι πρύμνῃσιν ἔδειμαν : ** προπαροξυτονητ τὸ πρύμνη̣σιν· Κράτης μέντοι προπερισπᾶ , ἀκούων ἐπι ταῖς ἐσχάταις πλανηθεὶς ἐκ τοῦ τὰς γὰρ πρώτας πεδίον δὲ εἴρυσαν ἀγνοεῖ δὲ ὁτι ὁ ποιητὴς ὡς ἐπι τὸ πολὺ τὸ πρύμνον οὐ τίθησιν ἐπι διεστῶτος σῶματος ἀλλ επὶ ἡνωμένου πρύμνον ὑπὲρ θέναρος τοῦ δ’ ἀπο μὲν γλῶσσαν πρυμνὴν τάμε πρυμνὴν ἐκτάμνοντες
msAil, 14.B1, commenting on 14.13@ἀειὲς ** ** απρεπες
msAil, 14.B2, commenting on 14.17@ὀσσόμενον ** ** προσημαῖνον
msAil, 14.B3, commenting on 14.20@δαϊζόμενος ** ** πολεμόν μενος ⁑
msAim, 14.B1, commenting on 14.16 ἐν τη Ζηνοδ πορφυρει δια τῆς ει ⁑
msAim, 14.B2, commenting on 14.18 ουτ οὐδ’ ἄρα τε δια τοῦ τε αἱ Ἀρισταρχ ⁑
msAim, 14.B3, commenting on 14.25 οτ ἔναχρ σημ βούλετ δὲ νῦν ἀντι τοῦ ἐλελήκει ⁑