Manuscript msA, page 181r
| prev: 180v | next: 181v |
14.26 νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι·
14.27 Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες
14.28 παρ νηῶν ἀνιόντες . ὅσοι βεβλήατο χαλκῷ·1
14.29 Τυδείδης . Ὀδυσσεύς τε , καὶ Ἀτρείδης Ἀγαμέμνων ·
14.30 πολλὸν γάρ ῥ’ ἀπάνευθε μάχης εἰρύατο νῆες
14.31 θιν`’ ἐφ ἁλὸς πολιῆς . τὰς γὰρ πρώτας πεδίον δὲ
14.32 είρυσαν· αὐτὰρ τεῖχος ἐπι πρύμνῃσιν ἔδειμαν .1
14.33 οὐδὲ γὰρ οὐδ’ εὐρύς περ ἐὼν . ἐδυνήσατο πάσας
14.34 αἰγιαλὸς νῆας χαδέειν . στείνοντο δὲ λαοί·
14.35 τῶ ρα προκρόσσας ἔρυσαν· καὶ πλῆσαν ἁπάσης1
14.36 ἠϊόνος στόμα μακρὸν· ὅσον συνἐέργαθον ἄκραι·1, 2
14.37 τῷ ῥ’ οἵ γ’ ὀψείοντες ἀϋτῆς καὶ πτολέμοιο .1, 2, 3
14.38 ἔγχει ἐρειδόμενοι κίον ἁθρόοι· ἄχνυτο δέ σφι1, 2
14.39 θυμὸς ἐνι στήθεσσιν . ὁ δὲ ξύμβλητο γεραιὸς
14.40 Νέστωρ . πτῆξε δὲ θυμὸν ἐνι στήθεσσιν Ἀχαιῶν .1, 2, 3
14.41 τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων ·
14.42 ὦ Νέστορ Νηληϊάδη · μέγα κῦδος Ἀχαιῶν ·
14.43 τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ’ ϊκάνεις ,1
14.44 δείδω . μη δή μοι τελέσῃ ἔπος όβριμος Ἕκτωρ ,1
14.45 ὥς ποτ’ ἐπειπήλησεν ἐνι Τρώεσσ’ ἀγορεύων ,1, 2
14.46 μὴ πρὶν παρ νηῶν προτι Ί̈λιον ἀπονέεσθαι .
14.47 πρὶν πυρὶ νῆας ἐνιπρῆσαι . κτεῖναι δὲ καὶ αὐτούς .
14.48 κεῖνος , τὼσ’ ἀγόρευε . τὰ δὴ νῦν πάντα τελεῖται·1, 2
14.49 ὦ πόποι· ῆ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
14.50 ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς ·
msA, 14.B16, commenting on 14.35 ** τῶ ρα προκρόσσας ἔρυσαν· ** ὅτι προκρόσσας τὰς κλημακηδὸν νενεωλκημένας ἑτέρας πρὸς ἑτέρων ὥστε θεατροειδὲς φαίνεσθαι τὸ νεολκίων κρόσσαι γὰρ αἱ κλίμακες ⁑
msA, 14.B17, commenting on 14.36 ** όσσον συνεέργαθον ἄκραι ** ὅσον ἠν διάστημα ὅσον συνεκλειον καὶ συνδέσμουν αἰ τοῦ Ἐλλησπόντου ἄκραι τὸ Ῥύτιον καὶ τὸ Σίγιον ⁑
msA, 14.B18, commenting on 14.37 ** τῷ ρ’ ὕγ’ ὀψείοντες : ** ὅτι Ζηνόδοτ γράφει οψαΐοντες · εἴ ἐστιν δὲ μετὰ πολὺν χρόνον πορευόμενοι ἤθελον ἀκούειν εἴτας μετα πολὺν χρ ἀκούοντες ψευδος ευθεως γὰρ ἀκούσαντες ὥρμης καὶ τὸ οψὰ ἀνελλήνιστον ουτ γὰρ εἴωθε λέγειν ὀψε δὲ δὴ μετέειπεν ἔστι δὲ τὸ ὀψείοντες ὀπτικῶς ἔχοντες ⁑
msA, 14.B19, commenting on 14.37 ** τω ρ’ ὕγ’ ** οψείοντες Ἀρίσταρχός φησὶ Ζηνοδ γράφειν οψαΐοντες ὁ δὲ Επιθέτις Πτολεμαῖος τῷ ρ’ οἵ γ’ οὐ ψαύοντες καὶ λόγον φησὶν ἔχειν τὴν γραφήν ⁑
msA, 14.B20, commenting on 14.37 ** τῷ ρ’ οἵ γ’ ὀψείοντες : ** τὸ ὀψείοντες ὁμοίως τῷ οἱ δὲ κακκείοντες ἡ δὲ παραγωγὴ αὔτη ἡ δια τοῦ εἴω γίνετ ἀπο ενεστώτων καὶ μελλόντων ὀκνῶ οκνείω ριγείω ριγειω θαλπείω πολεμισείω βροσείω κλίνεται δὲ ἕως παρατατικοῦ ἀπο δὲ παρακειμε οὐκετι ἔνθεν καὶ τοῦ Διὸς δ’ ἐτελείετο βουλη τοὺς ἑξῆς χρόνους οὐκ οίδαμεν εχει δὲ δηλουμε τὰ τοιαυτ τῶν ρημάτων τοιοῦτον ὡς αὐτοῦ τοῦ πραγματος επιθυμητικῶς ἐχειν καὶ τὸ κακκείοντες κοιμητικῶς ἔχειν οὕτως οὖν καὶ τὸ ὀψείοντες οπτικῶς εχοντε ⁑
msA, 14.B21, commenting on 14.38 ** ἔγχει ἐρειδόμενοι ** ὅτι οὐχ ενὶ πάντες ἐρειδόμενοι καὶ ὅτι ἀθρόοι ἐπι τῶν τριῶν ἀρχὴ γάρ ἐστι πληθυντικοῦ ἀριθμοῦ τὰ τρια
msA, 14.B22, commenting on 14.38 ** κίον αθρόοι : ** Ἀρίσταρχος δασύνει φάσκων ὅτι ἀρχῆ πλῆθους ὁ τρεῖς ἀριθμός εἰσὶ δὲ οἳ ἐψίλωσαν ἄμεινον δὲ πείθεσθαι τῷ Ἀριστάρχῳ ⁑
msA, 14.B23, commenting on 14.40 ** Νέστωρ πτῆξε δὲ , ** ἀθετεῖται ὅτι καὶ ἐκ τῶν προειρημένων νοοῦμεν ὅτι Νέστωρ ἐστὶν ὁ γεραιός καὶ τὸ πτῆξε ἄκυρον ἐπι γὰρ τῶν ἀπολελυμένων τῆς αγωνίας καὶ τοῦ τῆς ψυχῆς παλμοῦ ἁρμόζει ⁑
msA, 14.B24, commenting on 14.40 ** πτῆξε δὲ θυμὸν : ** ουτ δια τοῦ τ αἱ Ἀριστάρχου πτῆξε εἰς πτοίαν ἤγαγεν οὕτως καὶ Ἀριστοφα . ὁ δὲ Σιδώνιος πῆξε ἐν οἴω τρόπῳ· καὶ ἐν τῷ βίῳ φαμὲν πεπηγέναι τινὰ τῷ φόβῳ παρα δε Ζηνοδότῳ ἐγέγραπτο ἑταίρων ἀντι τοῦ Ἀχαιῶν
msA, 14.B25, commenting on 14.45 ** ὥς ποτ’ ἐπηπείλησεν : ** ὅτι ταῦτα ἀναφέρεται ἐπ εκεῖνα ἔλπομαι εὐχόμενος Διὶ̈ καὶ μνημοσύνῃ τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω ὡς πυρὶ νῆας ἐξάκουστα δὲ ἐγίνετο παρα τοῖς πολεμίοις ὡς καὶ τὰ περὶ Ὀθρυονέα ⁑
msA, 14.B26, commenting on 14.48 ** κεῖνος τὼς ἀγόρευε· ** ἄμεινον ὡς καὶ Ἀσκαλωνίτ φησὶ τὸ τὼς εῖναι ὁμοίως τῷ τὼς δέ σ’ ἀπεχθήρω ⁑
msAext, 14.B1, commenting on 14.43 ** ** φθισήνορα δεῦρ’ ἀφικάν’
msAil, 14.B4, commenting on 14.40@πτῆξε ** ** εἰς φόβον ήγαγεν :
msAim, 14.B4, commenting on 14.28 οτ συλληπτικῶς εἴρηκεν βεβλήατο επι τῶν ουτασμε ⁑
msAim, 14.B5, commenting on 14.45 Αριστοφ ὅς ποτε δια τοῦ ο γράφει ⁑
msAint, 14.B1, commenting on 14.36 ** ** διχῶς αἱ Αρισταρχ μακρόν καὶ πολλόν Ζενοδ καὶ Ἀριστοφ πολλόν ⁑
msAint, 14.B2, commenting on 14.44 ** ** ἐν τη Ἀριστοφ δείδια :
msAint, 14.B3, commenting on 14.48 ** ** ἐν ἄλλως κεινός γε ⁑