Manuscript msA, page 181v
| prev: 181r | next: 182r |
14.51 οὐδ’ ἐθέλουσι μάχεσθαι ἐπὶ πρύμνῃσι , νέεσσι·
14.52 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
14.53 ῆ δὴ , ταῦτά γ’ ἑτοῖμα τετεύχαται . οὐδέ κεν ἄλλως
14.54 Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο·1
14.55 τεῖχος μὲν γὰρ δὴ , κατερήριπεν , ᾧ ἐπέπιθμεν
14.56 ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εῖλαρ ἔσεσθαι·
14.57 οἱ δ’ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
14.58 νωλεμὲς , οὐδ’ ὰν ἔτι γνοίης μάλα περ σκοπιάζων·1, 2
14.59 ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται·
14.60 ὡς ἐπιμὶξ κτείνονται· ἀϋτὴ δ’ οὐρανὸν ΐκει·1
14.61 ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα .
14.62 εἴ τι νόος ῥέξει . πόλεμον δ’ οὐκ άμμε κελεύω1, 2
14.63 δύμεναι . οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι·1
14.64 τὸνδ’ αῦτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
14.65 Νέστορ . ἐπει δὴ νηυσὶν ἐπι πρύμνησι μάχονται .
14.66 τεῖχος δ’ οὐκ ἔχραισμε τετυγμένον· οὐδέ τι τάφρος
14.67 ᾗ ἔπι πολλ`’ ἔπαθον Δαναοὶ , ἔλποντο δὲ θυμῷ1
14.68 ἄρρηκτον νηῶν τὲ καὶ αὐτῶν εῖλαρ ἔσεσθαι ,
14.69 οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι·1, 2
14.71 ῄδεα μὲν γὰρ , ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν .
14.72 οἶδα δὲ νῦν . ὅτι τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι1
14.73 κυδάνει , ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν·1
14.74 ἀλλ’ άγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
14.75 νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης ,1
14.76 ἕλκωμεν , πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν .
msA, 14.E1, commenting on 14.58 ** νωλεμὲς ** ὅτι Ὁμηρικὸν τὸ ἔθος ὥστε ἔξωθεν τὸ τίς προςλαμβανειν ἀντι τοῦ γνοίη τίς ἂν εἴωθε γὰρ καὶ μὴ ὑποκειμένου προσώπου προς ὃ γίνεται ὁ λόγος οὕτως χρῆσθαι , οὐδέ κε φαίης (Γ 392) ἀντι τοῦ φαίη τίς ἂν ⁑
msA, 14.E2, commenting on 14.60 ** ὡς ἐπιμὶξ ** Ἀρίσταρχος ὡς “κουρὶξ”(χ 188) καὶ εἴπομεν ὅτι τὰ εἰσ ιξ ἐπιρρήματα ὀξύνεται σημειωσαμενοι τὸ πέριξ βαρυνόμενον ⁑
msA, 14.E3, commenting on 14.62 ** εἴ τι νόος ῥέξει ** τινὲς δὲ γράφουσι “νόος δ’ ἔρξει”
msA, 14.E4, commenting on 14.67 ** ἧ ἐπι πολλ’ ** διήλλαττον αἱ Ἀρισταρχου “οἷς ἐπι” καὶ ᾗ ἔπι “οἷς ἐπι” τῇ τάφρῳ καὶ τῷ τείχει ⁑
msA, 14.E5, commenting on 14.72 ** οἶδα δὲ νῦν ** οὕτως αἱ Ἀρισταρχου “ὅτε” δια τοῦ ε καὶ ἔστιν ἁκόλουθον τῲ ήδεα γὰρ ὅτε προφρων (Ξ 71) τὸ “οῖδα δὲ νῦν ὅτε” ⁑
msA, 14.E6, commenting on 14.73 ** κυδάνει ** βαρυτονητέον ὁμοιως τῷ οἰδάνει έν στήθεσι νόον (Ι 554) ⁑
msA, 14.E7, commenting on 14.75-6 ** νῆες ὅσαι πρώται ** ἡ ὑποστιγμὴ ἀμφίβολος , ἤτοι γὰρ ἐπι τὸ εἰρύαται ἢ ἐπι τὸ θαλάσσης καὶ ἀμφότεραι λόγον ἔχουσιν μᾶλλον δὲ κατα τὸ τελος τοῦ στίχου· οὐ γὰρ εγγὺς τῆς θαλάσσης ἀλλ’ εἰς αυτὴν τὴν θάλασσαν ἑλκύσαι συμβουλεύει ⁑
msAil, 14.E1, commenting on 14.75 ** ** ειλκυσμε εἰσὶ
msAim, 14.E1, commenting on 14.69 οτ αντ έοικεν
msAint, 14.E1, commenting on 14.54 ** ** ἡ παρα περιττή
msAint, 14.E2, commenting on 14.58 ** ** Ἀριστοφ χωρὶς τοῦ σ γνοίη ⁑
msAint, 14.E3, commenting on 14.62 ** ** ἄλλοι· νόος γ’ έρξει
msAint, 14.E4, commenting on 14.63 ** ** οτ πάλιν συλληπτικῶς οὐ γὰρ πάντες ἐβέβλητο :
msAint, 14.E5, commenting on 14.69 ** ** νωνύμνους απλεσθαι απ Άργεος ἔνθαδ’ Αχαιοὺς