Manuscript msA, page 182r
| prev: 181v | next: 182v |
14.77 ὕψι δ’ ἐπ’ εὐνάων ὁρμίσσομεν , εἰσόκεν ἔλθῃ
14.78 νὺξ ἀβρότη· ἢν , καὶ τῇ ἀπόσχωνται πολέμοιο1, 2
14.79 Τρῶες . ἔπειτα δὲ κεν , ἐρυσαίμεθα νῆας ἁπάσας·
14.80 οὐ γάρ τις νέμεσις φυγέειν κακόν οὐδ’ ἀνα νύκτα·
14.81 βέλτερον , ὃς φεύγων προφύγῃ κακὸν , ἠὲ ἀλώῃ·1
14.82 τὸνδ’ ὰρ ὑπόδρα ἰ̈δὼν , προσέφη πολύμητις Ὀδυσσεύς ·
14.83 Ἀτρείδη · ποῖόν σε ἔπος φύγεν έρκος ὀδόντων·
14.84 οὐλόμεν’ , αἴθ’ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου1
14.85 σημαίνειν . μὴ δ’ ἄμμιν ἀνασσέμεν . οἷσιν ἄρα Ζεὺς
14.86 ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν1
14.87 ἀργαλέους πολέμους , ὄφρα φθιόμεσθα ἕκαστος·
14.88 οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν
14.89 καλλείψειν· ἧς εἵνεκ’ ὀϊζύομεν κακὰ πολλά·1
14.90 σίγα· μή τίς τ’ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ
14.91 μῦθον· ὃν οὔ κεν ἀνήρ γε δια στόμα πάμπαν ἄγοιτο1
14.92 ὅς τις ἐπίσταιτο ᾗσι , φρεσὶν ἄρτια βάζειν·1
14.93 σκηπτοῦχος τ’ εἴη· καί οἱ , πειθοίατο λαοὶ .
14.94 τοσσοῖδ’ . ὅσσοισιν σὺ μετ Aργείοισιν ἀνάσσεις·
14.95 νῦν δὲ σεῦ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες·1, 2, 3
14.96 ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς .
14.97 νῆας ἐϋσσέλμους ἅλαδ’ ἑλκέμεν . ὄφρ’ ἔτι μᾶλλον .
14.98 Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης ,1
14.99 ἡμῖν δ’ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ· οὐ γὰρ Ἀχαιοὶ
14.100 σχήσουσιν πόλεμον . νηῶν ἅλα δ’ ἑλκομενάων .
14.101 ἀλλ’ ἀποπτανέουσιν . ἐρωήσουσι δὲ χάρμης·1
msA, 14.E8, commenting on 14.78 ** νὺξ ἀβρότη ** ὅτι ἤτοι κατὰ παράλειψιν τοῦ μ ἀντὶ τοῦ ἀμβρότη , οἷον ἀθάνατος , ἡ ἀβρότη , καθ’ ἣν βροτοὶ οὐ φοιτῷσιν ⁑
msA, 14.E9, commenting on 14.78 ** ἢν καὶ τῇ ** ἐὰν ὅλως καὶ δι’ αυτῆς . ἐζήτηται δὲ πῶς ὁ Αγαμέμνων οὕτως ἀστρατηγως φυγεῖν προστάσσει τοῖς Ἕλλησι λέγων νῆες ὅσαι πρώται ῥητέον οὖν ὅτι Ἀγαμέμνων γινώσκων ἀυτοὺς μὴ φευξομένους δια τὴν οἰκείαν ἀρετὴν καὶ οὔτε λαθεῖν ἠδύναντο τοὺς πολεμίους ἐπιτρέπει αὐτοὺς φεύγειν ἵνα μὴ δόξῃ παρα δύναμιν κατέχειν αὐτοὺς ἕνεκεν τοῦ καθ’ εαυτοῦ χρησίμου αἰτίους γενέσθαι τοὺς πάντας ἀπολεσθαι , τοῦναντιον δὲ εὔ`νοιαν ἑαυτῳ πορίσηται δια τὸ πᾶν ὅτι οὖν αἰρεῖσθαι ποιεῖν καὶ ὑπομένειν καὶ τὴν ἐκ τῆς φυγῆς ἀδοξίαν ἔνεκεν τῆς εκείνων σωτηρίας ⁑
msA, 14.E10, commenting on 14.84 ** οὐλόμεν’ αίθ’ ὤφελες ** ὅτι τινὲς ἀποδεδώκασιν , οὐλόμενε δεινὲ οὐ γὰρ ἂν λέγοι τῷ Ἀγαμέμνονι ὁ Ὀδυσσεὺς ὀλέθρου ἄξιε . οὐ δυσωπητέον μέντοι γε ἀλλ’ εἰς τὴν ἐνεστῶσαν περίστασιν ἀτενιστέον ἐπ’ ὠφελείᾳ γὰρ λέγει τοῦ Ἀγαμέμνονος καὶ τῶν ἄλλων συμμάχων δι’ ὃ καὶ ἐπιφέρει ὧ Ὀδυσεῦ μάλα πώς με καθΐκεο θυμὸν ἐνιπῇ ἀργα λέῃ (Ξ 104-5) ⁑
msA, 14.E11, commenting on 14.95 ** ‡ νῦν δε σεῦ ὠνοσάμην ** ἀθετεῖται ὅτι εἰ μὲν ἀπεδεχέτο αὐτὸν κατά τι νῦν δὲ μόνον ἐμέμφετο ἐνεχωρει· καὶ τὸ ἐν ἄλλω τόπῳ (sc . Ρ 173) δεόντως φέρεσθαι Ζηνόδοτος δὲ γράφει· “νῦν δέ σε ὠνοσάμην πάγχυ φρένας” καὶ Ἀριστοφάνης δὲ προηθέτει ⁑
msA, 14.E12, commenting on 14.95 ** νῦν δὲ σεῦ ὠνοσάμην παγχυ φρένας οἷον ἔειπες ** τὸ οἷον ἔειπες . ἤτοι καθ’ αυτὸ νοητέον ἵν’ ᾖ θαυμαστ ὶ ι κὸς ὁ λόγος ἠ τοῖς ἄνω συναπτέον ἵν’ ᾐ ὁ λόγος· νῦν δὲ παντελῶς ἐμέμφάμην σε οἶον εἴρηκας ⁑
msAext, 14.E1, commenting on 14.95 ** ** δέ σευ
msAil, 14.E2, commenting on 14.86 ** ** κατεργάζεται :
msAil, 14.E3, commenting on 14.101 ** ** ανθέξουσι πεβλέψονται φυγεῖν ⁑
msAim, 14.E2, commenting on 14.81 ἐλλείπει τὸ ἠ μίνας ἀλώῃ ,
msAim, 14.E3, commenting on 14.92 ουτ ἐπίσταιτο :
msAint, 14.E6, commenting on 14.89 ** ** αἱ Ζηνοδοτ ἐκπέρσειν οὐ καλλείψειν καὶ παρίστησιν ῆθος :
msAint, 14.E7, commenting on 14.91 ** ** ὃν οὐχ ἕτερος εἴποι :
msAint, 14.E8, commenting on 14.98 ** ** ἐπικρατοῦσι