Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 182v

Manuscript msA, page 182v

image

prev: 182r next: 183r

Iliad text

14.102 ἔνθά κε , σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν·image

14.103 τὸνδ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·image

14.104 ὦ Ὀδυσεῦ . μάλα πῶς με καθΐκεο θυμὸν ἐνιπῇimage

14.105 ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα .image

14.106 νῆας ἐϋσσέλμους ἅλα δ’ ἑλκέμεν υἷας Ἀχαιῶν ·image

14.107 νῦν δ’ εἴη . ὃς τῆσδέ γ’ ἀμείνονα μῆτιν ἐνίσποιimage

14.108 ἢ νέος . ἠὲ παλαιὸς . ἐμοὶ δέ κεν , ἀσμένῳ εἴη·image

14.109 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·image

14.110 ἐγγὺς ἀνὴρ . οὗ δηθὰ μαντεύσομεν· αί κ’ εθέλητεimage1, 2

14.111 πείθεσθαι , καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστοςimage1

14.112 οὕνεκα δὴ γενεῆφι , νεώτατος εἰμὶ μεθ’ ὑμῖν·image1

14.113 πατρὸς δ’ ἐξ αγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναιimage

14.114 Τυδέος . ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει·image1, 2

14.115 Πορθεῖ · γὰρ , τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο·image

14.116 ᾤκεον δ’ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι ·image1

14.117 Ἄγριος , ἠ δε Μέλας . τρίτατος δ’ ἦν ἱππότα Οἰνεὺςimage1

14.118 πατρὸς ἐμοῖο πατήρ . ἀρετῇ δ’ ἦν ἔξοχος αὐτῶν·image1

14.119 ἀλλ’ ὁ μὲν αὐτόθι μεῖνε . πατὴρ δ’ ἐμὸς Ἄργεϊ νάσθηimage1, 2, 3

14.120 πλαγχθεὶς , ὣς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι·image1

14.121 Ἀδρήστοιο δ’ ἔγημε θυγατρῶν· ναῖε δὲ δῶμαimage

14.122 ἀφνειὸν βιότοιο , άλις δέ οἱ ῆσαν άρουραιimage

14.123 πυροφόροι . πολλοὶ δὲ φυτῶν έσαν ὄρχατοι ἀμφίς·image

14.124 πολλὰ δέ οἱ πρόβατ’ έσκε , κέκαστο δὲ πάντας Ἀχαιοὺςimage1

14.125 ἐγχείῃ . τὰ δὲ μέλλετ’ ἀκουέμεν . ὡς ἐτεόν περ·image1, 2, 3

14.126 τῶ οὐκ άν με , γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες .image

14.127 μῦθον ἀτιμήσαιτε πεφασμένον . ὅν κ’ εὖ εἴπω·image

Scholia text

msA, 14.E13, commenting on 14.110 ** ἐγγὺς ἀνὴρ ** ἐζήτηται , διὰ τί νῦν Διομήδης συμβουλεύει καὶ οὐ Nέστωρ . ῥητέον δὲ ὅτι τὸ μὲν γῆρας ἐν τοῖς ἐστὶν ἐπισχετικὸν ἡ δὲ νεότης θαρσαλεώτερα . ἄλλως τε καὶ Διομήδης ἐν τῇ προτέρα συμβουλῇ θαυμασθεὶς . νῦν μᾶλλον τεθάρρηκε καὶ προήρπακεν τῶν πρεσβυτέρων τοὺς λόγους ⁑ image

msA, 14.E14, commenting on 14.114 ** Τυδέος ** ὅτι χυτὴ γῆ ἡ ἐπι τοῖς νεκροῖς ἐπιχεομένη οὐ καθολικῶς ὡς μέλαινα (Β 699 al . ) καὶ φερέσβιος· Ζηνόδοτος δὲ ἠθέτει· παρὰ Ἀριστοφάνει δὲ οὐκ ἦν· τὸ δὲ κάλυψε ¨Ιωνικῶς : image

msA, 14.E15, commenting on 14.117 ** Ἄγριος ἢ δὲ Μέλας ** ὅτι ἐλέγχονται οἱ τὸν ἱππότην ἀποδιδόντες φυγάδα· ὁ γὰρ Οἰνεὺς κατέμεινεν ἐπι τῆς πατρίδος (cf . Ξ 119) ⁑ image

msA, 14.E16, commenting on 14.119 ** ἀλλ’ ὁ μὲν αὐτόθι μεῖνε ** ὅτι ὁ Οἰνεὺς κατέμεινεν ἐπι τῆς πατρίδος ὁ ἱππότης (cf . Ξ 117) ἄρα οὐ φυγάς , ἀλλ’ ἱππικός καὶ ὁ Ησίοδος (fr . 228 m . w . ) δὲ οὕτως ἀκήκοεν “ἰδὼν δ’ ἱππηλάτα Κῆρυξ” ἀντὶ τοῦ ἱππικός ⁑ image

msA, 14.E17, commenting on 14.124 ** πολλὰ δέ οι πρόβατ’ ἔσκε ** ὅτι πaντα τὰ τετράποδα· δια τὸ ἑτέραν βάσιν ἔχειν προ τῆς οπισθίας ⁑ image

msA, 14.E18, commenting on 14.125 ** ἐγχείῃ τὰ δὲ μέλλετ’ ** οὕτως αἱ Ἀριστάρχου “εἰ ετεόν περ” ἵν’ ᾖ ταῦτα δὲ ὑμᾶς εἰκὸς εἰδέναι ἀκηκοότας εἰ ἀληθῆ λέγω· αἱ δὲ δημώδεις ὡς ἐτεόν περ ⁑ image

msA, 14.E19, commenting on 14.120 ** καὶ θεοὶ ἄλλοι ** εὐσχημόνως ὁ Διομήδης παρεσιώπησε τὴν τοῦ πατρὸς φυγήν Tυδεὺς γὰρ ἀνελ ῶ ὼ ν Λυκωπέα καὶ Aλκάθουν ἑαυτοῦ παιδας ἔφυγεν ἡ αληθεστερα ἱστορία αύτη· Tυδεὺς ὁ Oἰνέως Aἰτωλὸς μὲν ἦν τὸ γένος· ἀνδρειότατος δὲ τῶν καθ’ αυτὸν γενόμενος ἔτι νέος ὢν ἐθεάσατο τὸν πρα διὰ γῆρας ἀπὸ τῶν Aγρίου παίδων τῆς βασιλείας ἐκβαλλόμενον δι’ ὅπερ ἀναιρεῖ τούς τε ἀνεψιοὺς καὶ συν αυτοῖς ἀκουσίως τὸν ἀνεψιὸν φυγὼν δὲ εἰς Aργος πρὸς Ἄδραστον βασιλέα τῆς χώρας καθαρσίων τε τυγχάνει πρὸς αυτοῦ καὶ λαμβάνει τὴν αὐτοῦ θυγατέρα Δηϊπύλην ἡ ϊστορία παρα Φερεκύδει ⁑ image

msAext, 14.E2, commenting on 14.110 ** ** οὐ δηθὰ ματεύσομεν image

msAim, 14.E4, commenting on 14.112 οὕτως νεώτατος ὑπερθετικῶς ὡμολογουν ἅπασαι : image

msAim, 14.E5, commenting on 14.116 οὗτος ὁ στίχος μεταξὺ κεῖται· τὸ δὲ ἑξῆς Άγριος ἡ δὲ Μέλας (Ξ 117) image

msAim, 14.E6, commenting on 14.118 οὕτως Αρίσταρχος Ζηνόδοτος δὲ “εμεῖο” οὐκ ὀρθῶς image

msAim, 14.E7, commenting on 14.119 γράφεται καὶ αὐτοῦ ὡς αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται : image

msAim, 14.E8, commenting on 14.125 Ἀρίσταρχος εἰ ετεόν περ image

msAint, 14.E9, commenting on 14.111 ** ** νῦν φθόνω φθονήσετε image

msAint, 14.E10, commenting on 14.114 ** ** γράφεται “κάλυψε” : image

msAint, 14.E11, commenting on 14.119 ** ** ἐν αλλῳ “μίμνε” : image

msAint, 14.E12, commenting on 14.125 ** ** ὅτι ἀντὶ τοῦ εοίκατε ἀκηκοέναι : image