Manuscript msA, page 183r
| prev: 182v | next: 183v |
14.128 δεῦτ’ ΐομεν πόλεμον δὲ . καὶ οὐτάμενοί περ , ἀνάγκῃ·1
14.129 ἔνθα δ’ ἔπειτ’ . αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος1
14.130 ἐκ βελέων . μή που τις ἐφ’ ἕλκεϊ ἕλκος ἄρηται .1
14.131 ἄλλους δ’ ὀτρύνοντες ἐν ἥσομεν , οἳ τὸ πάρος περ1
14.132 θυμῷ ῆρα φέροντες ἀφεστᾶς’ οὐδὲ μάχονται·
14.133 ὡς ἔφαθ’ οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο·
14.134 βὰν δ’ ἴ̈μεν . ἦρχε δ’ ἄρα σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
14.135 Οὐδ’ ἀλαοσσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος .1, 2
14.136 ἀλλὰ μετ’ αυτοὺς ἦλθε . παλαιῶ φωτὶ ἐοικώς .1
14.137 δεξιτερὴν δ’ έλε χεῖρ’ Ἀγαμέμνονος Ἀτρείδᾱο .
14.138 καί μιν φωνήσας . ἔπεα πτερόεντα προσηύδᾱ·
14.139 Ἀτρείδη · νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ
14.140 γηθεῖ ἐνι στήθεσσι . φόνον καὶ φύζαν Ἀχαιῶν
14.141 δερκομένῳ· ἐπεὶ οὔ οἱ ἔνι . φρένες οὐδ’ ἠβαιαί·
14.142 ἀλλ’ ὁ μὲν ὡς ἀπόλοιτο . θεὸς δέ ἑ , σιφλώσειε·1
14.143 σοὶ δ’ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν .1
14.144 ἀλλ’ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες
14.145 εὐρὺ κονίσσουσιν πεδίον . σὺ δ’ ἐπόψεαι αὐτὸς1, 2
14.146 φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων·
14.147 ὡς εἰπὼν μέγ’ ἄϋσεν ἐπεσσύμενος πεδίοιο·1, 2
14.148 ὅσσόν τ’ ἐννεάχιλοι ἐπίαχον ἠ δεκάχιλοι1, 2
14.149 ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος ·
14.150 τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων
14.151 ἧκεν . Ἀχαιοῖσιν δὲ μέγα , σθένος ἔμβαλ’ ἑκάστῳ
14.152 καρδίῃ , ἄλληκτον πολεμίζειν . ἠδὲ μάχεσθαι·
msA, 14.G1, commenting on 14.128 ** δεῦτ’ ΐομεν πόλεμον δέ , ** καλῶς οῦχ ὁ Νέστωρ ταῦτα φησὶν , ἀλλ’ εις τῶν τετρωμένων . δεῖ δὲ προσβραχὺ στίζαι ἐις το περ , εἶτα τὸ ἀνάγκῃ ἐπαγαγεῖν , ἵν’ ὥσπερ αἰτίαν τῆς ἐξόδου ἐπιφέρη , τὴν ἐνεστῶσαν ἀνάγκην . ἡ διπλῆ δὲ ὄτι συλληπικῶς καὶ ἐπι τῶν βεβλημνων οὐτάμενοι εἴρηκεν ⁑
msA, 14.G2, commenting on 14.130 ** ἐκ βελέων μή που τίς ** βέλτιον τοῖς ἄνω συνάπτειν τὸ ἐκ βελέων ἵν’ ᾖ ἐκτὸς βελέων ὡς ἕκτορα δ’ ἐκ βελέων ⁑
msA, 14.G3, commenting on 14.131 ** ἐνησομεν : ** τῷ πολέμῳ , οἱ δὲ ἀνήσομεν· πείσομεν ἀλλ ανεῖς ἐπεὶ οὕτως ἐγίναο παῖδ’ ἀΐδηλον · τὴν δε ἀφοπμὴν τῆς συμβουλίας ἀπο τῶν Νέστορος λόγων εἴληφεν ⁑
msA, 14.G4, commenting on 14.136 ** ἀλλα μετ αυτὸυς ἦλθε . ** ὅτι Ζηνόδοτος ὑποτάσσει ἀντιθέῳ Φοίνικι ὀπάωνι Πηλείωνος · οὐχ ἁρμόζουσι δὲ Φοίνικι οἱ ἐπιφερόμενοι λόγοι· βέλτὶον οὖν καθολικώτερον γέροντι ἀπεικάσθαι ⁑
msA, 14.G5, commenting on 14.142 ** σιφλώσειε ** τυφλώσειεν ἐπιψόγον ποιήσειε σίφλὸς γὰρ καλεῖται καὶ ὁ ψόγος ἡ λέξις νεωτέρων· καὶ οἱ μὲν κακώσειεν· οἱ δὲ μωμητὸν ποιήσειεν· οἱ δὲ γέλωτα ποιήσειεν· οἱ δὲ κωλύσειεν· φλῶ γάρ ἐστι τὸ ὀρμὴν ἔχω ὅθεν καὶ οἰνόφλυξ· οἱ δὲ σίπαλον . τὸν εἰδεχθῆ ⁑
msA, 14.G6, commenting on 14.143 ** σοὶ δ’ ὄυπω μάλα πάγχυ· ** παρέλκει ἐνθάδε τὸ πῶ συντασσόμενον γὰρ τῇ ου ἀποφάσει καὶ τῇ μή ἀπαψορεύσει ὑπισχνεῖται τῷ μετα ταῦτα γίνεσθαι τὸ συντασσόμενον αὐτοῖς πράγμα , οἶον οὔπω ἔφαγον· οὔπω ἐδειπνησα· μέλλων γὰρ τίς δειπνεῖν τοῦτο ἀποφαίνεται· τὸ γὰρ οὐ δεῖπνῶ ἀπόφασιν ὑπισχνεῖται τελεῖαν · τὸ δὲ ούπω δειπνῶ τὸ μελλον ὑπισχνεῖται· ουτ Ἡρωδιανος ἐν τῇ καθόλου ⁑
msA, 14.G7, commenting on 14.145 ** κονίσσουσιν : ** κόνεως πληρώσουσιν· ἐκ δε τοῦ παρακολουθοῦντος νοεῖται τὸ φεύξονται· οἱ γὰρ φεύγοντες κατα τὸν δρόμον ἐγείρουσι κόνιν ⁑
msA, 14.G8, commenting on 14.148 ** ὅσσον τ’ ἐννεάχιλοι . ** ἤτοι ἀφ ἑτέρας ἀρχῆς τὴν παραβολὴν ἀναγνωστέον ἵνα ὑποζωμεν ἐπι τὸ Ἄρηος . ἠ τοῖς ἄνω προσδοτεόν . ἵνα στίζωμεν ἐπι τὸ Ἄρηος ·
msA, 14.G9, commenting on 14.147 ** πῶς φησὶν ὁ Ποσειδὼν , ** ὁμουωθεῖς πρεσβύτῃ ὑπερ τήν ἡλικίαν φθέγγεται· καὶ ῥητεόν· ὅτι· τῇ μὲν ὄψει πρεσβύτης ἐφαίνετο : τῇ φωνῇ δὲ , τὴν τοῦ θυ δύναμιν ἐνεδείκνυτο ⁑
msAext, 14.G1, commenting on 14.135 ἀλαοσκοπιὴν
msAim, 14.G1, commenting on 14.145 ἐν αλλ συ δ’ επόψεαι αυτους ⁑
msAim, 14.G2, commenting on 14.147 οτ ἐλλειπ ἡ διὰ δια πεδίον
msAint, 14.G1, commenting on 14.129 ** ** ἐλλειπ ἡ ἀπὸ προθ ἀπεχώμεθ ⁑
msAint, 14.G2, commenting on 14.135 ** ** οτ Ζηνοδ γράφει οὐδ’ αλαὸν σκοπίήν ⁑
msAint, 14.G3, commenting on 14.148 ** ** ἡ Αριστοφάνους δια τοῦ δε οσσὸν δ’ εννεαχιλοι επίαχον ⁑