Manuscript msA, page 183v
| prev: 183r | next: 184r |
14.153 Ἥρη δ’ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι1
14.154 στᾶς’ ἐξ Οὐλύμποιο · ἀπὸ ῥίου· αὐτίκα δ’ ἔγνω ,1
14.155 τὸν μὲν ποιπνύοντα μάχην ἀνα κυδιάνειραν1
14.156 αὐτοκασίγνητον καὶ δᾱέρα· χαῖρε δὲ θυμῷ·1
14.157 Ζῆνα δ’ ἐπ’ ἀκροτάτης κορυφῆς πολυπίδακος Ί̈δης1, 2
14.158 ἥμενον εἰσεῖδε , στυγερὸς δέ οἱ ἔπλετο θυμῷ·
14.159 μερμήριξε δ’ ἔπειτα βοῶπις πότνια Ἥρη .
14.160 ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·1
14.161 ἧδε δέ οἱ κατα θυμὸν ἀρίστη φαίνετο βουλή·
14.162 ἐλθεῖν εἰς . Ἴδην εὖ , ἐντύνασαν ἑαυτήν·1
14.163 εἴ πως ϊμείραιτο παραδραθέειν φιλότητι1, 2, 3
14.164 ᾗ , χροιῇ . τῷ δ’ ὕπνον ἀπήμονά τε . λιαρόν τε·1
14.165 χεύῃ ἐπι βλεφάροισιν , ἰ̈δὲ φρεσὶ πευκαλίμῃσι·
14.166 βῆ δ’ ἴ̈μεν ἐς θάλαμον . τόν , οἱ , φίλος υἱὸς ἔτευξεν
14.167 Ἥφαιστος , πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε1
14.168 κληΐδι κρυπτῇ . τὴν δ’ οὐ θεὸς ἄλλος ἀνῷγεν·1
14.169 ἔνθ’ ἧγ’ εἰσελθοῦσα . θύρας ἐπέθηκε φαεινάς·1
14.170 ἀμβροσίῃ μὲν πρῶτον ἀπο χροὸς ἱ̈μερόεντος1
14.171 λύματα πάντα κάθῃρεν· ἀλείψατο δὲ λίπ’ ἐλαίῳ1
14.172 ἀμβροσίῳ . ἑδανῷ· τό , ῥά , οἱ , τεθυωμένον ῆεν·1, 2
14.173 τοῦ καὶ κῑνυμένοιο· Διὸς ποτὶ χαλκοβατὲς , δῶ .1, 2
14.174 ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ΐκετ’ ἀϋτμή·1
14.175 τῷ ῥ’ ἥ γε χρόα καλὸν ἀλειψαμένη· ἰ̈δὲ , χαίτας1
14.176 πεξαμένη· χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς ,
14.177 κᾱλοὺς , ἀμβροσίους , ἐκ κρά̄ατος ἀθανάτοιο·1
msA, 14.G10, commenting on 14.155 ** τὸν μὲν ποιπνύοντα : ** ὅτι τὸ ποιπνύοντα ἐνεργοῦντα ἐστιν οὐχ ὡς οἱ γλωσσογρφοι ποιοῦσι τὸ ποιπνύειν , διακονεῖν ἐκ τοῦ ὡς εἶδον Ἥφαιστον δια δώματ ποιπνύοντα · γεγονεν δὲ παρὰ τὸ πονῶ πονύω πνύω ποιπνύῳ ἀναδίπλωσις ⁑
msA, 14.G11, commenting on 14.157 ** πολυπίδακος Ἴδῃς : ** οὕτως πολυπίδακος ἀπο τῆς πολυπίδαξ · καὶ κατα τὸ ἁπλοῦν πίδακος ἀμφ’ ὁλίγης , τὸ δὲ δια τοῦ υ γράφειν τελέως ἄγροικον ⁑
msA, 14.G12, commenting on 14.162 ** ἐλθεῖν ἐς Ί̈δην : ** ὅτι Ζηνόδοτ γράφει ἑωυτὴν οὐχ αρμόζει δὲ αἰτιαικῇ πτώσει τὸ ουτ συναλείφειν διαλύεται γὰρ εἰς τὸ ε καὶ αὐτήν· ἀγνοεῖν δὲ τὴν διαφορὰν ἀυτόν φησιν Ἀρίσταρχος ⁑
msA, 14.G13, commenting on 14.164 ** ἣ χροιῇ· ** τὸ ἣ δασυντέον καὶ περισπαστέον ἔστι γὰρ δοτικῇ πτῶσις . κτητικῆς ἀντωνυμίας ⁑
msA, 14.G14, commenting on 14.168 ** κληΐδι κρυπτῇ· ** ὅτι ὑγιῶς δια τοῦ α τὸ ἀνῷγεν· ἡ γὰρ πρόθεις οὐ μετακινεῖται εἰς τὸν παρῳχημενον· προπερισπαστέον δὲ· πρόσκειται δὲ τῷ ω τὸ ϊ ἀπο γὰρ θέματος τοῦ ἀνοίγω πέπτωκεν ⁑
msA, 14.G15, commenting on 14.169 ** ἕνθ’ ἥγ’ εἰσελθοῦνσα : ** ὅτι Ζηνόδοτος γράφει θύρας ἐπιθεῖσα φαεινάς ἵνα συναφὴς ὁ λόγος γένηται· ὁ δὲ Ὅμρ ἄλλας ἀρχὰς λαμβάνει· ἵνα μὴ ἀσαφὴς ἡ περίοδος γένηται ἥτοι ὑστεροπερίοδος ⁑
msA, 14.G16, commenting on 14.170 ** ἀμβροσίῃ μὲν πρῶτον ** ὄτι ἐκ τούτου τοῦ τόπου πλανηθεντες τινὲς διέλαβον τὴν ἀμβροσίαν εῖναι ὑγραν τροφήν ⁑
msA, 14.G17, commenting on 14.171 ** λύματα πάντα κάθηρεν : ** τρίτην ἀπο τέλους ἔχει τὴν ὀξεῖαν ἀπο θεματ τοῦ καθαίρω ὡς οὖν ἀπο τοῦ μεγαίρω ἐμέγηρε καὶ ποιητικως μέγηρε γάρ οἱ τότ’ Ἀπόλλων ουτ ἐκάθηρε κάθηρε ⁑
msA, 14.G18, commenting on 14.172 ** ἀμβροσίῳ ἑδανῶ : ** δασύντεον τὸ ἑδανῶ . τὸ γὰρ ἠδὺ βούλεται σημᾶναι· γίνεται δέ τινα ἀπο ρημάτων δια τοῦ ἀνος παραγόμενα ὀξύτονα ἅπερ τὴν τρίτην ἀπο τέλους ἔχει βραχεῖαν ἡ αυτόθεν ἀπο τῶν ῥημάτων μετειληφότα ὡς ἀπο τοῦ ἄγω ἀγανός στέγω στεγανὸς , ἡ ἐκ τῆς μακρᾶς τῆς κατ τὰ ῥήματα ἐις βραχειαν μεθ’ ἱστάμενα . ὡς παρα τὸ ἴ̈κω ϊκανός . καὶ παρὰ τὸ πείθω πιθανός τρώγω τραγανός . εἴδω ϊδανός τὰς ἱδανὰς χάριτας ὁ Καλλίμαχος · οὕτως οὖν καὶ παρα τὸ ἥδω τὸ ἑδανὸς γένοιτ’ ὰν τοῦ η εἰς τὸ ε τραπέντος διὸ δασουντεόν τὴν λέξιν μὴ ἄρα ἐπιζητείτωσαν πόθεν τὸ ε ἐγένετο ὁ γὰρ χαρακτὴρ ὡς ἔφαμεν τὴν βραχεῖαν ἀσπάζεται ⁑
msA, 14.G19, commenting on 14.173 ** τοῦ καὶ κινυμένοιο . ** διασταλτ κατα τὸ τέλος τοῦ στίχου καὶ γραπτέον ὡς Ἀρίσταρχ κατα χαλκοβατὲς δῶ . ὁ γὰρ λόγος , οὖ κινουμένου κατ τὸν τοῦ Διὸς οἶκον , ὁμοίως ἐπί τε γῆν καὶ οὐνον ἡ ἀποφορὰ διϊκνεῖται ⁑
msA, 14.G20, commenting on 14.172 ** ἀμβροσίῳ ἑδανω : ** ἡ διπλῆ , ὅτι μύρον μὲν οὐκ ονομάζει τεθυμιαμένον δὲ ἔλαιον τὸ μῦρον λέγει ὥστε εἰδέναι μὲν τὴν χρῆσιν τὸ δὲ ὄνομα μή· λέγει δέ που· καὶ ροδόεντι δὲ χρίεν ἐλαίω καὶ κάλλεϊ μέν οἱ πρῶτα · μύρου τί γένος ὀνοματα ποιήσας ⁑
msA, 14.G21, commenting on 14.174 ** ἔμπης ἐσγαίαντε , ** ἡ διπλῆ πρὸς τὰ περι τοῦ Ὀλύμπου ὅτι οὐκ έστιν ὁ αὐτὸς τῷ οὐρανῷ οὐδὲ τόπος τοῦ οὐνου ἁπ αυτου γὰρ φησι τὴν ὀσμὴν τοῦ μύρου ὁμοίως καὶ εἰς ουρανὸν ἀφικηνεῖσθαι καὶ εἰς γῆν , τοῦτο δὲ ἐπι τῶν ἀνωτατω τοῦ όρους κορυφῶν συμφωνήσει ἶσον διάστημα ἐπι γῆν καὶ οὐνον λαμβάνειν ⁑
msA, 14.G22, commenting on 14.175 ** τῷ ρ’ ἥγε xρόα καλὸν ἀλειψαμένη . ** ἤτοι ἐπι τὸ ἀλειψαμένη διαταλτέον βραχ καὶ ἐπι τὸ πεξαμένη πρὸς τὸ σαφές ‡
msAil, 14.G1, commenting on 14.154@ἀπο-ῥίου ** ** απο του ακρωτηρίου
msAil, 14.G2, commenting on 14.156@δᾱέρα ** ** ανδρος ἀδελφόν
msAil, 14.G3, commenting on 14.160@ἐξαπάφοιτο ** ** εξαπατήσειε
msAil, 14.G4, commenting on 14.163@ϊμείραιτο ** ** ἐρασθῆ
msAil, 14.G5, commenting on 14.163@παραδραθέειν ** ** συγκοιμηθῆναι
msAim, 14.G3, commenting on 14.153 παραγραπτεον ἐπάνω δια τὸ ετέρων πραγμάτων ἀρχὴν εῖναι ⁑
msAim, 14.G4, commenting on 14.157 ** ** Αρισταρχ πολυπίδακος αλλοι δὲ πολύπίδακου :
msAim, 14.G5, commenting on 14.163 ἐν αλλῳ . ὅπως ϊμείραιτο ⁑
msAim, 14.G6, commenting on 14.167 οτ πληθυντικῶς τήν θύραν θύρας
msAim, 14.G7, commenting on 14.173 Ἀρισταρχ κατα χαλκοβατεὶ
msAim, 14.G8, commenting on 14.177 Ζηνοδ καὶ Αριστοφ καλοὺς καὶ μεγάλους ⁑
msAint, 14.G4, commenting on 14.154 οτ όρος ὁ Όλυμπος καί ρια ἔχει καί απο τῶν ορῶν ἐπιθεωροῦσι ⁑