Manuscript msA, page 184r
| prev: 183v | next: 184v |
14.178 ἀμφὶ δ’ ὰρ ἀμβρόσιον ἑανὸν έσαθ’ , ὅν , οἱ , Ἀθήνη1
14.179 ἔξυσ’ , ἀσκήσασα , τίθει δ’ ἐνι δαίδάλα πολλά·1, 2
14.180 χρυσείῃς δε’ ἐνἑτῇσι κατα στῆθος περονᾶτο·1
14.181 ζώσατο δὲ ζώνην . ἑκατὸν θυσάνοις ἀραρῦιαν .1
14.182 ἒν δ’ ἄρα ἕρματα ἧκεν , ἐϋτρήτοισι λοβοῖσι .1
14.183 τρίγληνα· μορόεντα· χάρις δ’ ἀπελάμπετο πολλή .1, 2, 3, 4, 5
14.184 κρηδέμνῳ δ’ ἐφύπερθε καλύψατο δῖα θεάων
14.185 καλῷ νηγατέῳ· λευκὸν δ’ ἦν ἠέλιος ὡς·1
14.186 ποσσὶ δ’ ὑπο λιπαροῖσιν ἐδήσατο καλὰ πέδὶλα·
14.187 αὐτὰρ ἐπειδὴ πάντα περι χροῒ θήκατο κόσμον .
14.188 βῆ ρ’ ΐμεν ἐκ θαλάμοιο , καλεσσαμένη δ’ Ἀφροδίτην·
14.189 τῶν ἄλλων ἀπάνευθε θεῶν , προς μῦθον έειπεν·1
14.190 ῆ ῥά νύ̆ μοί τι , πίθοιο φίλον τέκος . ὅττι κεν εἴπω .
14.191 ἠέ κεν ἀρνήσαιο , κοτεσσαμένη τό γε θυμῷ .
14.192 οὕνεκ’ ἐγὼ Δαναοῖσι . σὺ δὲ Τρώεσσιν ἀρήγεις·
14.193 τὴνδ’ ἠμείβετ’ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη ·
14.194 Ἥρη · πρέσβα θεὰ . θύγατερ μεγάλοιο Κρόνοιο ,
14.195 αύδα ὅ τι φρονέεις , τελέσαι δέ με θυμὸς ἄνωγεν .1
14.196 εἰ δύναμαι τελέσαι γε . καὶ εἰ τετελεσμένον ἐστίν ,1
14.197 τὴν δὲ δολοφρονέ´ουσα προσήυδα πότνια Ἥρη ·
14.198 δὸς νῦν μοι φιλότητα καὶ ἵ̈μερον , ᾧ τε σὺ πάντας1
14.199 δάμναι ἀθανάτους , ἠδὲ θνητοὺς ἀνους .1
14.200 εἶμι γὰρ , ὀψομένη . πολυφόρβου πείρατα γαίης ,
14.201 Ὠκεανόν τε , θεῶν γένεσιν . καὶ μητέρα Τηθύν .1
14.202 οἵ με σφοῖσι δόμοισιν ἐΰτρεφον . ἠδ’ ἀτίταλλον .1, 2
msA, 14.C1, commenting on 14.179 ** ἔξυσεν : ** ἐκέρκισεν ξύουσι γὰρ τὴν κρόκην προς τὸ πυκνωθῆναι . οἱ δὲ ἐλέανεν ἀπο μεταφορᾶς τῶν ξύλων· οἱ δὲ ἀντι τοῦ ἔγναψεν μετα τὸ ὑφανθῆναι :
msA, 14.C2, commenting on 14.180 ** χρυσείης δ’ ἐνετῇσι κατα στῆθος περονᾶτο : ** ὅτι κατα τὸ στῆθος ἐπερονῶντο οὐχ ὡς ἡμεῖς κατα τὴν κατακλεῖδα τοῦ ὤμου :
msA, 14.C3, commenting on 14.183 ** τρίγληνα μορόεντα ** ἡ διπλῆ ὅτι τρίγληνα τρίκορα ὡς τριῶν ζωιδίων ἐφ εκάτερον δεδημιουργημένον μορόεντα δὲ πεπονημένα τῇ κατασκευῇ ἀπο τοῦ μορῆσαι ὅ ἐστι κακοπαθῆσαι ⁑
msA, 14.C4, commenting on 14.183 ** τρίγληνα : ** πολλῆς θέας ἄξια· τρίκοκκα ἠ τριπρόσωπ γλήνη γὰρ ἡ τοῦ ὀφθαλμοῦ· κόρη , τρίκορα ἔχοντα· τρεῖς κόρας τὰς Χάριτας . ἠ πολλῶν κοσμιων ἄξια γλήνεα γὰρ τὰ κόσμια ὡς καὶ ἀλλαχοῦ φησιν ὃς γλήνεα πολλὰ ἐκεχάνδει · τρίγληνα δὲ ὡς τρίπυλα ὂν γὰρ τρόπον παρα τὸ πύλη ἐγένετο τρίπυλον οὕτως καὶ παρα τὸ γλήνη τρίγληνον ⁑
msA, 14.C5, commenting on 14.183 ** μορόεντα : ** οὕτως Ἀρίσταρχος ἀπο τοῦ μ ποιεῖται τὴν διαστολὴν καὶ ὁ Ἀσκαλωνίτης · καὶ ὁ λόγος ἔχει τὰ γὰρ μετα πολλοῦ μόρου καὶ κακοπαθ γινόμενα δηλοῖ παραιτητ δὲ τοὺς ἀπο τοῦ α τὴν διαστο ποιουμένους ἵνα τὸ α ἐπιτατικὸν ὑπάρχ μηδενὸς κατεπείγοντος ⁑
msA, 14.C6, commenting on 14.196 ** εἰ δύναμαι γε τελέσαι γε . ** ὅτι περιώρικε· τὸν γὰρ ἐπιδεχόμενον τελέσαι δυνατὸν εἶναι δεῖ . ἡ αυτὸ τὸ πρᾶγμα δυνατὸν εἶναι προς τελείωσιν ⁑
msA, 14.C7, commenting on 14.201 ** θεῶν γένεσιν : ** θεῶν πρα ἐπεὶ πρῶτον στοιχεῖον τινὲς τῶν φυσικῶν εἶπον τὸ ὕδωρ καὶ ἐξ αυτοῦ τὰ λοιπὰ τρία· ὅθεν καὶ ὁ Πίνδαρος ἄριστον εἶπεν τὸ ὕδωρ . Τηθὺν δὲ τὴν γῆν φησὶν οἱονεὶ τιθηνὴν τινὰ οὖσαν καὶ τροφὸν πάντων ⁑
msAext, 14.C1, commenting on 14.199 ** ** δαμναῖ
msAext, 14.C2, commenting on 14.202 ** ** ὅι μ’ ἐν σφοῖσι
msAil, 14.C1, commenting on 14.179@ἔξυσ’ ** ** ὑφη
msAil, 14.C2, commenting on 14.182@ἕρματα ** ** ενώτια
msAil, 14.C3, commenting on 14.183@τρίγληνα ** ** τρίκκοκα
msAil, 14.C4, commenting on 14.183@μορόεντα ** ** μετα κακοπαθείας εἰργασμε ⁑
msAim, 14.C1, commenting on 14.185 ἐν αλλῳ λαμπρὸν δ’ ἦν :
msAim, 14.C2, commenting on 14.195 ἐν αλλῳ ἀνώγει :
msAim, 14.C3, commenting on 14.198 ἐν αλλῳ δὸς νῦν μοι νῦν ,
msAint, 14.C1, commenting on 14.178 ** ** οτ εανὸς ὁ αυτὸς τῷ πέπλῳ καὶ καθόλου πρὸς τὸν στολισμόν :
msAint, 14.C2, commenting on 14.181 ** ** Ἀρίσταρχ ζώνῃ ἀλλοι δὲ ζώνην και ἀραῥυῖαν ⁑
msAint, 14.C3, commenting on 14.189 ** ** μᾶλλον τοῖς ἐπάνω τοῦτο προσδοτέον ⁑
msAint, 14.C4, commenting on 14.202 ** ** ουτ Αρισταρχ αλλοι δὲ οἵ με σφοῖσι .