Manuscript msA, page 184v
| prev: 184r | next: 185r |
14.203 δεξάμενοι ῥείης , ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς1, 2
14.204 γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·
14.205 τοὺς εῖμ’ ὀψομένη· καί σφ’ ἄκριτα νείκεα λύσω·
14.206 ήδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται1
14.207 εὐνῆς καὶ φιλότητος . ἐπεὶ χόλος ἔμπεσε θυμῷ·
14.208 εἰ κείνω γ’ , ἐπέεσσι παραὶ πεπίθουσα φίλον κῆρ ,1
14.209 εἰς εὐνὴν ἀν ἕσαιμι ὁμωθῆναι φιλότητι .1
14.210 αἰεί κέ σφι , φίλη τε καὶ αἰδοίη καλεοίμην·
14.211 τὴν δ’ αὖτε προσέειπε φιλομμειδὴς Ἀφροδίτη ·
14.212 οὐκ έστ’ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι .
14.213 Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ϊαύεις·1
14.214 ῆ . καὶ ἀπο στήθεσφιν ἐλύσατο κεστὸν ϊμάντα·1
14.215 ποικίλον . ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·
14.216 ἔνθ’ ἔνι μὲν φιλότης , ἐν δ’ ΐμερος , ἐν δ’ ὀαριστὺς1
14.217 πάρφασις . ἥ τ’ ἔκλεψε , νόον πύκα περ φρονεόντων·
14.218 τόν ῥά οἱ ἔμβαλε χερσὶν , ἔπος τ’ ἔφατ’ , ἐκ τ’ ὀνόμαζε·1
14.219 τῆ νῦν τοῦτον ϊμάντα τεῷ ἐγκάτθεο κόλπῳ1
14.220 ποικίλον , ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σε φημὶ
14.221 ἄπρηκτόν γε , νέεσθαι , ὅτι φρεσὶ , σῇσι μενοινᾷς·1
14.222 ὡς φάτο , μείδησεν δὲ βοῶπις πότνια Ἥρη ·
14.223 μειδήσασα δ’ ἔπειτα μέσῳ ἐγκάτθετο κόλπῳ·1, 2, 3
14.224 ἡ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη ·
14.225 Ἥρη δ’ ἀΐξασα , λίπεν ῥίον Οὐλύμποιο ·1
14.226 Πῑερίην δ’ ἐπιβᾶσα , καὶ Ημαθίην ἐρατεινὴν ,1, 2
14.227 σεύατ’ ἐφ’ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα·1
msA, 14.C8, commenting on 14.205-207 ** ‡ τοὺς εἰμ’ ὀψομένη ** ὅτι νῦν καλῶς λέγονται ἐν δὲ τοῖς κάτω πρὸς τὸν Δία οὐκέτι ⁑
msA, 14.C9, commenting on 14.208 ** ἐκείνω γ’ ἐπέεσσι· ** κείνων σὺν τῷ ν Ἀριστοφ καὶ Ζηνόδοτος · Ἀρίσταρχος δὲ ὁμηρικώτερον φησὶν εἶναι . εἰ κείνους παραπείσασα τὴν ψυχὴν ἐγχωρεῖν δὲ καὶ μετα τοῦ v , εἰ κείνων τὸ κῆρ πείσασα . οῦ δεῖ δὲ ξενίζεσθαι ἐπι ταῖς τῶν πτώσεων ἐναλλαγαῖς ⁑
msA, 14.C10, commenting on 14.209 ** εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι : ** ὅτι τὸ ὁμωθῆναι οὐκ έστιν ομοιωθῆναι . ἀλλ’ ὁμόσε ἐλθεῖν φιλότητι . δασυντέον δὲ τὸ ο ὡς χρυσωθῆναι δὲ ἀναγνωστέον
msA, 14.C11, commenting on 14.213 ** Ζηνὸς γὰρ τοῦ ἀρίστου : ** ἀθετεῖται ὅτι ἐκλύει τὴν χάριν εἰ ἕνεκα τοῦ Διὸς δίδωσι καὶ οὐκ αυτῆς προηθέτει δὲ καὶ Ἀριστοφα ⁑
msA, 14.C12, commenting on 14.214 ** ῆ καὶ ἀπο στήθεσφιν . ** ὅτι κεστὸς ἐκ παρεπομένου ὁ ποικίλος ἀπο τοῦ δια τὰς ῥαφὰς κεκεντῆσθαι ἐμπεπυκιλμένης τῆς φιλότητ καὶ ἱ̈μέρου καὶ ὁ ἀριστύος . καὶ οὐκ έστι κύριον ὄνομα ὡς ἔνιοι τῶν ἀρχαιων δι ὃ καὶ ἐπάλλου λέγει ἄγχε δέ μιν πολυκεστος ϊμάς ⁑
msA, 14.C13, commenting on 14.216-14.217 ** ἐν δ’ ὀαριστὺς πάρφασις ** συναπτέον ἀμφότερα τὰ ὀνόματα τὴν παραλογιστικην ὁμιλίαν δι αμφοτερων δηλοῖ ⁑
msA, 14.C14, commenting on 14.219 ** τῇ νῦν τοῦτον ϊμαντα· ** ὅτι τὸ κατα τὸ στῆθος κόλπωμα τοῦ πέπλου κόλπον εῖπεν καὶ ὅτι τὸ τη λάβε ἐστιν ⁑
msA, 14.C15, commenting on 14.221 ** ἄπρηκτον γε νέεσθαι : ** τοῦτέστι πορέυεσθαι ουτ Ἀρίσταρχος · Δημήτριος δὲ γενεσθαι ἀντι τοῦ γενήσεσθαι βιαίως πάνυ . οὐδε γὰρ τὸ πυθέσθαι πυθέεσθαι γίνεται . οὐδὲ τὸ λαβέσθαι λαβέεσθαι ἵνα καὶ τὸ γενεσθαι γενέεσθαι γενήται ⁑
msA, 14.C16, commenting on 14.223 ** μειδήσασα δ’ ἔπειτα . ** ὅτι ἐπι τῇ φήμῃ οἰωνισαμένη ἐμειδησε προείρηκε γὰρ οὐκ έση ἄπρακτος . καὶ ἐν Οδ τὸ ὅμοιον· Ζεύς τοι δοίη ξεῖνε ὅττι μάλιστ’ ἐθέλεις , ὡς ἂρ ἔφη χαῖρεν δὲ κληδόνι δῖος Ὀδυσσεύς ⁑
msA, 14.C17, commenting on 14.226 ** Πιερίην δ’ ἐπιβᾶσα ** ὅτι Μακεδονικὸς Ὄλυμπος , θεῶν . οἰκήτηριον . ἡ γὰρ Πιερία τούτου ἀκρώρεια , καὶ Ἡμαθία τὸ πρότερον ἡ Μακεδονία ἐκαλεῖτο , παράκειται δὲ καὶ ἡ Θράκη . καὶ ἐν Οδ ἐπι τοῦ Ἑρμοῦ Πιερίην δ’ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ ⁑
msA, 14.C18, commenting on 14.226 ** ** Μακεδὼν ὁ Διὸς καὶ Αἰθρίας κατασχῶν τὴν χώραν οὖσαν τῆς θρᾴκης ἀφ ἑαυτοῦ προσηγόρευσεν γήμας δὲ μίαν τῶν ἐγχωρίων , τεκνοῦται δύο παῖδας Πίερον καὶ Ἄμαθον . ἀφ’ ὧν δύο πολ Πιερίαι καὶ Αμαθίαι ἐν Μακεδονία . ἡ ϊστορία παρὰ Μαρσύια . νῦν δὲ Ἡμαθιην καταχρηστικῶς ὅλην Μακεδονίαν φασ῀ίν Πιερίαν δὲ ὅρος Μακεδονίας ἱερὸν Μουσῶν ⁑
msAext, 14.C3, commenting on 14.223 ** ** ἑῷ
msAil, 14.C5, commenting on 14.203 ** ** τῆς ρέας
msAim, 14.C4, commenting on 14.203 δια τοῦ α ῥείας ἁι Ἀρισταρχ ουτ καὶ Ἀριστοφ ⁑
msAim, 14.C5, commenting on 14.216 ἔν τισι τῶν ὑπομνηματ ἡδ’ ὁ ἀριστύς :
msAim, 14.C6, commenting on 14.218 οτ πτῶσις ἐνηλλακται αντ ἀυτῆς ταῖς χερσιν ⁑
msAim, 14.C7, commenting on 14.223 Ἀρισταρχ μέσῳ ἄλλοι δὲ , ἑῷ`
msAim, 14.C8, commenting on 14.227 ἐν αλλῳ ἐσσυτ’ ἐφ ἱπποπόλων ⁑
msAint, 14.C5, commenting on 14.206 ** ** οτ παραλλήλως δηρὸν καὶ χρον ⁑
msAint, 14.C6, commenting on 14.225 ** ** οτ όρος ὁ Όλυμπ τὸ γὰρ ρίον ἰδίως ἐπόρους τάσσεται ⁑