Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 185r

Manuscript msA, page 185r

image

prev: 184v next: 185v

Iliad text

14.228 ἀκροτάτας κορυφὰς . οὐδὲ χθόνα μάρπτε ποδοῖϊν·image

14.229 ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα·image1, 2

14.230 Λῆμνον δ’ εἰσἀφίκανε , πόλιν θείοιο Θόαντος ·image1

14.231 ἔνθ’ Ὕπνῳ ξύμβλητο , κασιγνήτῳ Θανάτοιο .image

14.232 ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ , ἔκ τ’ ὀνόμαζεν·image

14.233 Ὕπνε , ἄναξ πάντων τε θεῶν πάντων τ’ ἀνων .image

14.234 ἠμὲν δή ποτ’ ἐμὸν ἔπος ἔκλυες , ἠδ’ έτι καὶ νῦνimage

14.235 πείθευ , ἐγὼ δέ κε τοι ϊδέω χάριν ἤμαντα πάντα·image1, 2, 3

14.236 κοίμησόν μοι Ζηνὸς ὑπ’ οφρύσιν , ὄσσε φαεινὼimage1

14.237 αὐτίκ’ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι·image

14.238 δῶρα δέ τοι δώσω , καλὸν θρόνον . ἄφθιτον αἰεὶ·image

14.239 χρύσεον· Ἥφαιστος δέ κ’ ἐμὸς πάϊς ἀμφιγυήειςimage1

14.240 τεύξει ἀσκήσας , ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσειimage1

14.241 τῷ κεν ἐπίζσχοιες λιπαροὺς πόδας εἰλαπινἄζωνimage1, 2, 3

14.242 τὴνδ’ ἀπαμειβόμενος προσεφώνεε , νήδυμος Ὕπνος ·image1

14.243 Ἥρη . πρέσβα θεὰ , θύγατερ μεγάλοιο Κρόνοιο .image

14.244 ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάωνimage

14.245 ῥεῖα κατευνήσαιμι· καὶ ἂν ποταμοῖο ῥέεθραimage

14.246 Ὠκεανοῦ . ὅς περ γένεσις πάντεσσι τέτυκται·image1

14.247 Ζηνὸς δ’ οὐκ ἂν ἔγωγε Κρονίονος άσσον ἰ̈κοίμην ,image

14.248 οὐδὲ κατευνήσαιμ’ ὅτε μὴ αὐτός γε κελεύοι·image

14.249 ἤδη γάρ με καὶ ἄλλο , τεὴ ἐπίνυσσεν ἐφετμὴ .image1, 2

14.250 ἤματι , τῷ· ὅτε , κεῖνος ὑπέρθυμος Διὸς υἱὸςimage

14.251 ἔπλεεν , Ἰλιόθεν . Τρώων πόλιν ἐξαλαπάξας .image

14.252 ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιοimage

Scholia text

msA, 14.C19, commenting on 14.229 ** ἐξ Αθόῳ ** Ἄθῶς ὄρος ἐν Θράκῃ μέγα τὲ καὶ ὑψηλὸν ἐξ έχον εἰς θάλασσαν τὸν ἰθμον ἔχε Χερόννησον σταδίων δώδεκα· τουτ Ξέρξης ἀγανακτήσας ὁ Περσῶν βασιλεὺς ὅτι προς αυτὸ νῆες αὐτοῦ διεφθάρησαν· διακόψας θάλασσαν ἐποίησεν , ἡ ἱστορία παρα Ἡροδότω ⁑ image

msA, 14.C20, commenting on 14.230 ** Λῆμνον δ’ εἰς ἀφίκανε· ** διαποίαν αιτίαν ἐν τῇ Λήμνῳ μάλιστα ὁ ὑπνος διατρίβει· ῥητέον οῦν . ὅτι Λήμνου μὲν ἢν δεσπότης Ἥφαιστος · γυνὴ δὲ τουτου Χάρις . πασιθέας δὲ τῆς Χάριτος ἀδελφῆς ἐρωτικῶς ἔχων ὁ Ὕπνος ἐκεῖ δίετριβεν· ταύτην οὖν ἀυτῷ ἐπαγγέλλεται γυναῖκα δώσειν ἥρα δύναται δὲ καὶ φυσικώτερον λυθῆναι· ὅτι οἰνοφόρος ἡ Λὴμνος καθῶς λέγει νῆες ἐκ Λήμνοιο παρέστασαν οἶνον φέρουσαι · τοῖς δε πολυποτοῦσι μάλιστα ὕπνος παρέπεται ⁑ image

msA, 14.C21, commenting on 14.235 ** πείθευ ἐγὼ δέ κε τοι ** ὅτι ἰδιως ἐγὼ δ αὔ σοι ἰδεω χάριν ἔδει δὲ ἤ τοι ἰδειην , ἵν’ ᾗ τὸ ῥῆμα ἠλλαγμενον ἠ ἐκ περισσοῦ νοουμένου τοῦ καί ἐγὼ δέσοι εἴσομαι χάριν ⁑ image

msA, 14.C22, commenting on 14.236 ** κοίμησόν μοι Ζηνὸς ὑπ’ ὀφρύσιν ** οὑτως ὑπο φρύσιν ἡ Ἀριστάρχου καὶ Ἀριστοφάνους ἵνα ᾗ τὰ ὑπο ταῖς ὀφρύσι· Ζηνόδοτ ἐπ οφρύσι συναπτεόν δὲ τοὺς δύο στίχους ἄνευ πάσης διαστολῆς ⁑ image

msA, 14.C23, commenting on 14.239 ** χρύσεον Ἥφαιστος δέ κ’ ** ὅτι οὐκ εκληπτέον κατα συναλιφην τὸν και δίφθογγον ἀλλὰ τὸν κε ἔστι γάρ Ἥφαιστος δὲ ἐμος παῖς τεύξει ὥστε περισσον νοεῖσθαι τὸν κε ὁμηρικως ⁑ image

msA, 14.C24, commenting on 14.241 ** τῷ κεν ἐπίσχοιες ** οὕτως τὴν γραφὴν παρατίθεται ὁ Ἡρῳδιανος ἐν τῷ ιζ τῆς καθόλου καί λέγοι ἀπο τοῦ ἐπέχοι πλεονασμον εῖναι τοῦ ς ἠ συστολην τοῦ ἐπισχοίης : image

msA, 14.C25, commenting on 14.241 ** ἐπίσχοιες : ** τῷ ἐπίσχοιμι ἀκόλουθον ἐστι τὸ ἐπίσχοις . τῷ δὲ ἔπισχοίης , τὸ επισχοίην καὶ ἴσως έδει ὅυτως ἔχειν· παρεφθάρη δὲ υπ τῶν μετα χαρατηρις αύτων . τῷ δὲ χαρακτῆρι γενώμενον ὅμοιον τῷ ϊοίην καὶ ἀγαγοίην παρὰ Σαπφοϊ , καὶ τὸ πεπαγοίην , παρευπόλιδι· εἰκότως ἐβαρυτονηθ τὸ ἐπισχοιης . γενόμενον ἐπισχοιες ὡς Αιολικόν . ουτ καὶ Ἀλέξανδρος ὁ Κοτιαεὺς ἐν τῷ ϊ τῶν παντοδαπῶν : image

msA, 14.C26, commenting on 14.249 ** καὶ ἄλλοτεὴ . ** Ἀρίσταρχος ἐλλείπειν φησὶ τὴν κατ καὶ ἐκδέχεται τὴν ἀντωνυμίαν ἐυθειας πτώσεως καὶ κατ’ άλλο . ἡ σὴ ἐσοφρονισεν ἐντολὴ ὥστε εῖναι ἡ τεή· Παρμενίσκος δὲ ἐκδέχεται ἐπίρρημ τὸ ἄλλο τε καὶ δασύνει τὸ η καὶ περισπᾶ . ἐπι δοτικῆς πτώσεως ἵνα ὁ Ζεὺς ὑπάρχει . ὁ Ζεὺς τῇ ῇ με ἐσωφρόνισεν ἐντολῇ Ἀλεξίων δὲ προκρίνει τὴν Ἀριστάρχου · φησὶ γὰρ ἀπο τοῦ τ ἀρκτέον· καὶ ἡμεῖν δὲ δοκεῖ προς γὰρ τὴν Ήραν . ἡ ἀπότασις ἐστιν . ἀυτὸς γοῦν ἐπεξηγεῖται ἀυτὸ νῦν ἀν τοῦτό μ’ ἄνῳγας ἀμήχανον ἄλλο τελέσσαι τοιοῦτον γὰρ λέγει . ἤδη γάρ με καὶ ἄλλοτε ἡ σῆ ἐσωφρόνισεν ἐντολή . ὅδε ἐπιθέτης Πτολεμαῖος καὶ Ζηνοδοτ σὺν τῷ ϊ γράφουσιν οἷον τῇ σῇ ἐντολῇ ἐσωφρονισέν με ⁑ image

msA, 14.C27, commenting on 14.246 ** Ὠκεανοῦ . ὅσπερ γένεσις πάντεσσι τέτυκται : ** ἐπεὶ ἐξ υδάτων αἱ αὐξήσεις ὑπάρχουσιν· πῶς Ἡσιόδου πάντων πρῶτον εἰπόντος γεγενῆσθαι τὸ Χάος . Ὅμηρος φησὶν Ὠκεανου · ῥητέον οὖν ὅτι ἕκαστος μὲν εἴρηκεν ὡς ἐβούλετο· Ὅμηρος δὲ φιλοσοφώτερον· τὸ γὰρ ὕδωρ πάντων ἡ ζωὴ καὶ προέχει τῶν τεσσάρων στοιχείων ὅ λα᾿ον , ὅθεν καὶ Πίνδαρος ἄριστον αὐτὸ φησίν ⁑ image

msAil, 14.C6, commenting on 14.235@ἰ̈δέω ** ** ὁμολογῶ image

msAim, 14.C9, commenting on 14.240 ἐμβαλεῖ image

msAint, 14.C7, commenting on 14.229 ** ** Ζηνοδοτ καὶ Ἀριστοφ ες πόντον εβήσετο καὶ μήποτ ἄμεινον : image

msAint, 14.C8, commenting on 14.235 ** ** Ἀρίσταρχ χάριν εἰδέω αἱ δε δημώδεις εἰδέω χαριν : image

msAint, 14.C9, commenting on 14.241 ** ** ουτ Ἡρωδιανος ἐπίσχυες : image

msAint, 14.C10, commenting on 14.242 ** ** νήδυμος σὺν τῷ ν ⁑ image

msAint, 14.C11, commenting on 14.249 ** ** ουτ κατ ευθείαν ἄλλο τεὴ · καὶ Ἀρισταρχ καὶ Ἡρωδιανος ⁑ image