Manuscript msA, page 185v
| prev: 185r | next: 186r |
14.253 νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ , κακὰ μήσαο θυμῷ .
14.254 ὄρσασ’ ἀργαλέων ἀνέμων ἐπι πόντον ἀήτας ,
14.255 καί μιν ἔπειτα Κόων δ’ εὖ ναιομένην ἀπένεικας1, 2, 3
14.256 νόσφι , φίλων πάντων . ὁ δ’ ἐπεγρόμενος , χαλέπαινε
14.257 ῥιπτάζων κατα δῶμα θεοὺς· ἐμὲ δ’ ἔξοχα πάντων1
14.258 ζήτει· καί κέ μ’ ἄϊστον ἀπ’ αἰθέρος ἔμβαλε πόντῳ .1, 2
14.259 εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·1
14.260 τὴν ϊκόμην φεύγων . ὁ δ’ ἐπαύσατο χωόμενός περ ,
14.261 ἅζετο γὰρ , μὴ Νυκτὶ θοῇ ἀποθύμια ἔρδοι·
14.262 νῦν αὖ , τοῦτό μ’ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι .
14.263 τὸνδ’ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη ·
14.264 Ὕπνε . τί ὴ δὲ σὺ ταῦτα μετα φρεσὶ σῇσι μενοινᾶς·
14.265 ῆ φῂς . ὡς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα ζῆ1
14.266 ν’ ὡς Ἡρακλῆος περιχώσατο παιδὸς ἑοῖο1
14.267 ἂλλ’ ἴ̈θ’ , ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων1
14.268 δώσω ὀπυιέμεναι , καὶ σὴν κεκλῆσθαι ἄκοιτιν·
14.270 ὡς φάτο , χῄρατο δ’ Ὕπνος , ἀμειβόμενος δὲ προσηύδα·
14.271 ἄγρει νῦν μοι όμοσσον ἀ̆ά̄ᾰτον Στυγὸς ὕδωρ ,1
14.272 χειρὶ δὲ , τῇ ἑτέρῃ μὲν , ἕλε χθόνα πουλυβότειραν .1
14.273 τῇ δ’ ἑτέρῃ ἅλα μαρμαρέην , ἵνα νῶϊν ἅπαντες
14.274 μάρτυροι ὦσ’ , οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς εόντες·1, 2
14.275 ἠ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων
14.276 Πασιθέην . ἧς τ’ αὐτὸς εέλδομαι ἤματα πάντα·1
14.277 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη .
14.278 ώμνυε δ’ ὡς ἐκέλευε , θεοὺς δ’ ὀνόμηνεν ἅπαντας
msA, 14.H1, commenting on 14.255 ** καί μιν ἔπειτα Κόων : ** ἔνιοι δια τῶν δύο οο γράφουσι Κόον , καὶ καλλίστρατος ἐν τοῖς διορθωτικοῖς :
msA, 14.H2, commenting on 14.255 ** Κόων · ** εἰς τὴν Κῶν νῆσον· γράφεται δὲ σὺν τῶι ν κατ’ ἀιτιατικην· ⁑
msA, 14.H3, commenting on 14.266 ** ** Ἡρακλης ἀνακομιζόμενος μετὰ τὸ πορθῆσαι Τροίαν γενόμενος τε κατ τὸ Αἴγειον πέλαγος βουλήσει Ἥρας σφοδρῷ συνεσχέθη χειμῶνι . κατασυρεὶς δὲ εις Κῶ τὴν Μερόπιδα , ἐκωλύθη ἐπιβῆναι τῆς νήσου ὑπο Εὐρυπύλου τοῦ Ποσειδῶνοσ βασιλεύοντος αὐτῆς . βιασάμενος δὲ ὡς ληστὴς ἐπιβὰς ἀνεῖλε τὸν Εὐρύπυλον καὶ τοὺς παιδας αὐτοῦ· μιγεὶς δὲ τῇ θυγατρὶ αὐτοῦ Χαλκίοπη Θεσσαλὸν ἐγέννησεν ἡ ϊστορία παρὰ Φερεκύδει ⁑
msA, 14.H4, commenting on 14.257 ** ῥιπτάζων κατ δῶμα θεοὺς ** ἀντιστροφη ἐστιν ἀντι τοῦ χαλεπαίνων ἐρρίπταζεν · συναπτέον οὖν καὶ μή τις ἀφ ετέρας ἀρχῆς ἀναγινώσκοιτο ριπτάζων ⁑
msA, 14.H5, commenting on 14.258 ** καὶ κέ μ’ ἄϊστον ἀπ’ αιθέρος ἐμβαλεπόν τῳ : ** καὶ ἀν ιδῶν με ἀνιστόρητον καὶ ἀφανῆ εποίηεν · λαβὼν ἀπο τοῦ ουνου εἰς τὴν θάλασσαν ⁑
msA, 14.H6, commenting on 14.265 ** ῆφὴς ** ὁ Ἀσκαλωνίτ βαρύνει τὸν η ἄμεινον δὲ περισπᾶν καὶ γὰρ εἰ διαπορεῖ οὐκ ἀναγκαῖον ἐγκλίνειν αὐτὸν οὐ γὰρ ἕτερος αὐτοῷ ἐπριφέρεται περισπώμενος ὡς ἐπι τοῦ η δολιχὴ νῆσος ἡ Ἀρτεμις ἰοχέαιρα ⁑
msA, 14.H7, commenting on 14.267 ** ἀλλ’ ϊθ’ ἐγὼ δέκε τοι : ** ὅτι δύο γενέσεις Χαρίτων ὑποτίθεται πρεσβυτέρας κὰι νεωτέρας διὸ συγκριτικῶς λέγει ὁπλοτεράων ⁑
msA, 14.H8, commenting on 14.272 ** χειρὶ δὲ τῇ ἑτέρῃ ** ὅτι ἑπι δύο τῷ ἑτέρῳ χρῆται κατα δια στ ἑλληνικῶς· τὰ βαρύτατα δὲ τῶν στοιχείων ὅμνυσι καθαπερ ἐν τῇ συνηθείᾳ λέγομεν ξηρὸν καὶ ὑγρόν ⁑
msA, 14.H9, commenting on 14.274 ** μάρτυροι ** ὅτι Ζηνόδοτος μάρτυρες γράφει ἀγνοῶν ὅτι μάρτυρος λέγειν δεῖ ἀκολούθως τῷ μάρτυρι ⁑
msA, 14.H10, commenting on 14.274 ** θεοὶ Κρόνον ἀμφὶς εόντες : ** οἱ περι τὸν Κρόνον θεοὶ . λέγει δὲ τοὺς Τιτᾶνας οὖτοι δε εἰσιν οἱ ουνου παῖδες , Κρόνος , Κρεῖος , Ὑπερίων , Ἰαπετός , Κύων ⁑
msAil, 14.H1, commenting on 14.255@θυμῷ ** ** τῷ Ἡρακλεῖ
msAil, 14.H2, commenting on 14.258@ἐπεγρόμενος ** ** ἐπεγειράμενος
msAim, 14.H1, commenting on 14.259 ** ** ουτ ἐν πάσαις δμητειρα Ἀριστοφ καὶ Ζηνοδ μήτειρα
msAim, 14.H2, commenting on 14.276 ** ** Ζηνοδοτ καὶ Αριστοφ έξω τοῦ τε ἧς αὐτὸς ἐέλδομαι ⁑
msAint, 14.H1, commenting on 14.271 ** ** το ἑξῆς ἐστίν όμοσον ἠ μὲν εμοὶ τά δε αλλα δια μέσον :