Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 186r

Manuscript msA, page 186r

image

prev: 185v next: 186v

Iliad text

14.279 τοὺς ὑποταρταρίους . οἳ Τῑτῆνες καλέονται·image1

14.280 αὐτὰρ . ἐπεί ῥ’ ὄμοσέν τε , τελεύτησέν τε τὸν ὅρκον .image

14.281 τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε·image

14.282 ηέρα εσσαμένω . ῥίμφα πρήσσοντε κέλευθον .image

14.283 Ί̈δην δ’ ϊκέσθην πολυπίδακα μητέρα θηρῶν .image1

14.284 Λεκτόν · ὅθι πρῶτον λιπέτην ἅλα ; τὼ δ’ ἐπὶ χέρσουimage1, 2

14.285 βήτην , ἀκροτάτη δὲ ποδῶν ὑπεσείετο ὕλη .image1, 2

14.286 ἔνθ’ Ὕπνος μὲν ἔμινε πάρος Διὸς , ὄσσε . ϊδέσθαι·image

14.287 εἰς ελάτην ἀναβὰς περιμήκετον , ἣ τότ’ ἐν Ίδῃimage

14.288 μακροτάτη πεφυυῖα . δι’ ηέρος αἰθέρ’ ΐκανεν ,image1

14.289 ἔνθ’ ἧστ’ . ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν .image1

14.290 ὄρνιθι λιγυρῇ ἐναλίγκιος . ἥν τ’ ἐν ὄρεσσιimage

14.291 χαλκίδα κικλήσκουσι θεοὶ· ἄνδρες δὲ κύμινδιν·image1

14.292 Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον·image

14.293 Ἴδης ὑψηλῆς . ἴδε , δὲ νεφεληγερέτα Ζεύς ·image

14.294 ὡς δ’ ἴδεν , ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν .image

14.295 οἷον , ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι·image1, 2, 3

14.296 εἰς εὐνὴν φοιτῶντε , φίλους λήθοντε τοκῆας·image

14.297 στῆ δ’ αὐτῆς προπάροιθεν ἔπος τ’ ἔφατ’ , ἔκ τ’ ὀνόμαζεν·image

14.298 Ἥρη · πῇ μεμαυῖα , κατ’ Οὐλύμπου τόδ’ ϊκάνεις·image

14.299 ἵπποι δ’ οὐ παρέασι καὶ ἅρματα , τῶν κ’ ἐπιβαίης·image1, 2

14.300 Τὸν δὲ δολοφρονέουσα προσήυδα πότνια Ἥρη ·image

14.301 ἔρχομαι ὀψομένη , πολυφόρβου πείρατα γαίης .image

14.302 Ὠκεανόν τε , θεῶν γένεσιν . καὶ μητέρα Τηθὺν .image

14.303 οἵ με σφοῖσι δόμοισιν ἐΰ τρεφον ἠδ’ ἀτίταλλον·image1, 2

Scholia text

msA, 14.H11, commenting on 14.279 ** τοὺς ὑποταρταρίους οἱ Τιτῆνες καλέονται : ** ὅτι τοὺς περι Κρόνον θεοὺς ὑποταρταρίους προσαγορεύει προς τὸ ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ὅτι οὐ τοὺς περι Κρόνον λέγει Ὀλυμπίους ⁑ image

msA, 14.H12, commenting on 14.284 ** λεκτὸν όθι πρῶτον ** οὕτως λεκτὸν ὀξυτόνως ὡς φυτὸν οὗτος γὰρ ὁ τόπος καλεῖται . ἡ διπλῆ δὲ ὅτι ἰδίως εἴρηκεν ἀντι τοῦ Ἴδης εἰς Λεκτὸν καὶ Ἵδην δ’ ί̈κανε πολυπίδακα Γάργαρον . καὶ ἐν οδ τὸ ὅμοιον ἡ δ’ ἄρα Κύπρον ἵ̈κανε φιλομμειδὴς Ἀφροδίτη ἐς Πάφον , ἡ γὰρ Κύπρος εἰς Πάφον ⁑ image

msA, 14.H13, commenting on 14.284 ** λεκτον : ** ἀκρωτηριον τῆς Ἴδης κεκλημναὶ ἀπο τοῦ ἐν αυτῷ κατακλιθῆναι Δία καὶ Ἥραν τρία δὲ τὰ πάvτα ἀκρωτήρια τῆς Ἴδης λεκτὸν Γάργαρον φαλάκρη . ἀφορᾷ δὲ τὸ λεκτὸν ἐπι τὸ αἰγεῖον πέλαγος ⁑ image

msA, 14.H14, commenting on 14.288 ** μακροτάτη πεφυυῖα , δι’ ηέρος ** ὅτι καθ Ὅμηρον ἀὴρ ὁ ἀπο γῆς μέχρι νεφῶν τόπος . ὁ δὲ ὑπερ τὰ νέφη τόπος αἰθήρ καὶ ὁμωνύμως τῷ στερεμνίῳ ουνω διὸ τὰ νέφη λέγει πύλας ουνου ⁑ image

msA, 14.H15, commenting on 14.289 ** ἐναλίγκιος ** κατ τὴν καθέδραν ὁ γὰρ ὄρνις οὐ καθέζεται ⁑ image

msA, 14.H16, commenting on 14.291 ** χαλκίδα κικλήσκουσι θεοὶ ἄνδρες δὲ κύμινδιν· ** ὁ κύμινδις οἰκεῖ μὲν ὄρη ἐστι δὲ μέλας χαλκίζων τὴν χροί καὶ μέγεθος ὅσον ἱέραξ φασσόφωνος ὥς φησιν Ἀριστοτέλης . παρα δέ τῃσι θηλυκῶς λέγεται ἡ κύμινδις εὐεπίφορον εἰς ὕπνον τὸ ὄρνεον . κύμινδις δὲ λέγεται δια τὸ ἀεὶ τὴν κεφαλὴν ὑπο τοὺς κλάδους κρύπτειν ⁑ image

msA, 14.H17, commenting on 14.295 ** οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην : ** Ἥραν τρεφομένην παρὰ τοῖς γονεῦσιν εἷς τῶν Γιγάντων Εὑρυμέδων βιασάμενος ἔγκυον ἐποίησεν· ἡ δε Προμηθέα , ἐγέννησεν Ζεὺς δὲ ὕστερον γήμας τὴν ἀδελφὴν καὶ γνοὺς τὰ γενόμενα τὸν μὲν Εὐρυμέδοντ κατεταρτάρωσεν· τὸν δὲ Προμηθέα προφάσει τοῦ πυρὸς δεσμοῖς ἀνῄρτησεν . ἡ ἱστορίᾳ παρα Εὐφορίωνι ⁑ image

msA, 14.H18, commenting on 14.299 ** ἵπποι δ’ οὐ παρέασι καὶ ἄρματα· ** δύναται καὶ πευστικῶς ὁ στίχος ἀναγινώσκεσθαι οὐ μὴν ὑποστικτέον δια πευστικὴν ὑπόκρισιν ⁑ image

msAext, 14.H1, commenting on 14.303 ** ** οἵ μ’ εν σφοῖσι image

msAil, 14.H3, commenting on 14.283@λιπέτην ** ** κατέλιπον image

msAil, 14.H4, commenting on 14.285@ἔμεινε ** ** ϊμνε image

msAim, 14.H3, commenting on 14.285 Αρισταρχ ὑπο εῖτα σείετο ϊακῶς ουτ καὶ Ζηνοδοτ καὶ Ἀρίστοφανης : image

msAim, 14.H4, commenting on 14.295 ουτ Ἀρίσταρχ ἄλλοι δὲ πρώτιστον : image

msAint, 14.H2, commenting on 14.295 ** ** γράφεται καὶ οῖος image

msAint, 14.H3, commenting on 14.299 ** ** Ζηνόδ καὶ Ἀριστοφ ἔξω τοῦ κέ συνδ τῶν ἐπιβαίης : image

msAint, 14.H4, commenting on 14.303 ** ** γράφεται οἵ μ’ ἐν σφοῖσι , image