Manuscript msA, page 186v
| prev: 186r | next: 187r |
14.304 τοὺς εῖμ’ ὀψομένη· καί σφ’ ἄκριτα νείκεα λύσω·
14.305 ήδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
14.306 εὐνῆς καὶ φιλότητος . ἐπεὶ χόλος ἔμπεσε θυμῷ .
14.307 ἵπποι δ’ ἐν πρυμνωρείῃ πολυπιδάκου Ί̈δης1, 2, 3, 4
14.308 ἑστᾶσ’ οἵ μ’ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν·
14.309 νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ’ Οὐλύμπου τόδ’ ϊκάνω .1
14.310 μή πως μοι μετ’ ἔπειτα χολώσεαι· αἴ κε σιωπῇ1
14.311 οἴχωμαι προς δῶμα βαθυρρόου Ὠκεανοῖο ·
14.312 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
14.313 Ἥρη . κεῖσε μέν ἐστι καὶ ὕστερον ὁρμηθῆναι ,
14.314 νῶϊ δ’ ἄγ’ ἐν φιλότητι τραπείομεν εὐνηθέντε·
14.315 οὐ γάρ πώ ποτέ μ’ ῶδε θεᾶς , ἔρως , οὐδε γυναικὸς1
14.316 θυμὸν ἐνι στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν ;
14.317 οὐδ’ ὁπότ’ ηρασάμην Ϊξιονίης ἀλόχοιο ,1, 2
14.318 ἣ τέκε Πειρίθοον , θεόφιν μήστωρ’ ἀτάλαντον·
14.319 οὐδ’ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης ,1
14.320 ἣ τέκε Περσῆα . πάντων ἀριδείκετον ἀνδρῶν·
14.321 οὐδ’ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο .
14.322 ἣ τέκε μοι Μί̄νω τε καὶ ἀντίθεον Ῥαδάμανθυν ·1, 2
14.323 οὐδ’ ὅτε περ Σεμέλης . οὐδ’ Ἀλκμήνης ἐνι Θήβῃ .1, 2
14.324 ἥ ρ’ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα .1, 2
14.325 ἡ δὲ Διώνυσον Σεμέλη τέκε . χάρμα βροτοῖσιν·
14.326 οὐδ’ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης
14.327 οὐδ’ ὁπότε Λητοῦς ἐρικυδέος . οὐδὲ σεῦ αὐτῆς·
14.328 ὡς σέο νῦν ἔραμαι . καί με γλυκὺς ἵμερος αιρεῖ·1
msA, 14.H19, commenting on 14.304-14.306 ** τοὺς εἶμ’ ὀψομένη : ** ἀθετοῦνται στίχοι γ καὶ ἀστερίσκοι παράκεινται· ὅτι πρὸς μὲν Αφροδίτην δεόντως λέγονται προς δὲ τὸν Δία οὐκ ἔτι οὐ γὰρ προσεδεῖτο προεράσεως ἔχουσα τὸν κεστὸν ἰ̈μάντα· καὶ τάχα ἂν συνεφώρμησεν αὐτῇ οὐ δεῖ οὖν παρακινδυνεύειν ⁑
msA, 14.H20, commenting on 14.307 ** ἵπποι δ’ ἐν πρυμνώρειη : ** ἕν ἐστι τὸ πρυμνωρείῃ ὡσπερεῖ εν ἀκροπο ⁑
msA, 14.H21, commenting on 14.309 ** νῦν δὲ σεῦ εἵνεκα· ** τὸν σεῦ περισπαστεον ἔστι γὰρ ἀντιδιαστολή :
msA, 14.H22, commenting on 14.323 ** οὐδ’ Ἀλκμήνης ἐν Θήβης ** Ἀλκμήνης τῆς Ἠλεκτρυόνος καὶ ἀναξοῦς τῆς ἀγκαίου , ἠρασθη Ἀμφιτρύων ὃς ἀνελῶν Ἠλεκτρυόνα βοῶν ἀμφισβητήσεως χάριν ἐξ Άργους ἔφυγεν εἰς Θήβας συν αυτῷ δὲ καὶ Ἀλκμήνη . ὑποδεχθέντων δὲ ἀσμένως ὑπο τῶν βασιλευόντων τῆς ποπόλεως κρέοντος καὶ ἡνιόχης . τιμῆς ἐτύγχανον μεγίστης . οὐ βουλομένης δὲ Ἀλκμήνης γαμηθὴν αἰει μὴ οἱ φονεῖς τῶν αδελφῶν αὐτῆς ἀναιρεθῶσι τηλεβόαι . δι ὃ κατηγονίσατο αὐται Ἀμφιτρύων προσλαβόμενος συμμάχους Βοιωτοὺς καὶ Λοκροὺς ἔτι δὲ Φοκεῖς ἑνιαυτὸν προσεδρεύσας . ὡς δε επιστρέψας ἀπο τῆς στρατείας ἤγε τοὺς γάμους ἑαυτοῦ τὲ καὶ Ἀλκμήνης τῇ αὐτῇ νυκτὶ ἐρασθεὶς αυτῆς ὁ Ζεύς καὶ εἰκασθεὶς Ἀμφιτρύονι ἐμίγη καὶ υἱὸν ἐποίησεν· ὁμοίως δὲ καὶ Ἀμφιτρύων τῆ αὐτῇ νυκτὶ μηνιαῖον χρόνον τῆς μίξεως ἐχουσης γεννᾶται· Ἡρακλῆς μὲν ἐκ Διὸς Ἴφικλος δὲ ἐξ Αμφιτρύωνος ⁑
msA, 14.H23, commenting on 14.315 ** οὐ γαρ πώ ποτέ μ’ ὦδε ** ὅτι ἐξαρκεῖ τὸ κεφαλαιωδῶς εἰπεῖν· τὸ δὲ ἐξ ονόματος ἐπιφέρειν ἐνέκοπτε μᾶλλον ἢ ἔπειθεν ⁑
msA, 14.H24, commenting on 14.317 ** οὐδ’ οπότ’ ἠρασάμην· ** κοινὸν ἄνωθεν νοεῖται ἐπὶ πάντων τὸ οὐδέποτε οὕτως ἠράσθην διὸ καὶ ἕκαστον τῶν λεγομένων αὐτὸ καθεαυτὸ κόμμα ἐστι· διόπερ αἱ στιγμαὶ ἐν αἰτήματι τίθενται : ἀπο τούτου δὲ ἕως τοῦ οὐδ’ ὁπότε Λητοῦς ἐρικυδέος ἀθετοῦνται στίχοι ια ὅτι ἄκαιρος ἡ ἀπαρίθμησις τῶν ὀνομάτων . μᾶλλον γὰρ ἀλλοτριοι τὴν Ἥραν ἢ προσάγεται καὶ ὁ ἐπιγόμενος συγκοιμηθῆναι δια τὴν τοῦ κεστοῦ δύναμιν πολυλογεῖ καὶ Ἀριστοφ προηθέτει ⁑
msA, 14.H25, commenting on 14.317 ** Ἰξιονίης ἀλόχοιο ** τῆς Ἰξίονίης γυναικὸς Δίας ἢν δὲ αὕτη θυγάτηρ Ἰηονεως γυναικὸς · μετα δὲ τὸ φθαρῆναι αὐτὸν ὑπο Διὸς , ὕστερον Ἰξίονι ἐζεύχθη ⁑
msA, 14.H26, commenting on 14.322 ** Ραθάμανθυν . ** ἐπεὶ ἐμάνη περι τὰ ῥόδα τὰ ὑπο τοῦ ταύρου προϊέμενα ἡ Ευρώπη · Ῥαδάμανθυν ἐκαλεσε τὸν παῖδα ⁑
msA, 14.H27, commenting on 14.324 ** ἥ ρ’ Ἡρακλῆα καρτερόφρονα ** φασὶ Δια συγκοιμώμενον Ἀλκμήνη πεῖσαι τὸν ☉ μὴ ἀνατεῖται ἐπι γ ἡμέρας . ὅθεν ἐπι γ νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς τὸν τριέσπερον Ἡρακλέα ἐποίησεν·
msA, 14.H28, commenting on 14.328 ** ὡς σέο νῦν ἔραμαι : ** ὀρθοτονητεον ἀντιδιαστο γὰρ πρὸς ἄλλα πρόσωπα ⁑
msA, 14.H29, commenting on 14.319 ** οὐδ’ ὅτε περ Δανάης . ** Δανάη Ἀκρασίου θυγάτηρ . ἣ Διῒ συγκοιμηθεῖσα Περσέα ἐγέννησεν· χρωμένῳ γάρ φησι τῷ ἀκρισίῳ περι γενέσεως ἀρρένων παίδων ὅ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρὸς καὶ αὐτὸν κτείνει , δείσας δὲ ὁ Ἀκρίσιος τούτῳ κατ κατὰ$ γῆν θαλαμον χαλκοῦν κατασκευάσας τὴν Δαναην ἐφρούρει· αὕτη δὲ ὥς φησι Πίνδαρος καὶ ἄλλοι τινὲς ἐφθάρη ὑπο τοῦ πατραδέλφου αὐτῆς Προίτου · ὅθεν αὐτοὺς καὶ στάσις ἐκινηθ ὡς δε ἔνιοι φασὶν ὅτι Ζεὺς μεταμορφωθεὶς εἰσχρυσὸν καὶ δια τῆς οροφῆς εἰς τὸ Δανάης ῥυεὶς κόλπον συνῆλθεν . αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον ἐξ αυτῆς γεγεννήμενον Περσέα μὴ πισθευσας ὑπο Διὸς ἐφθάρθαι τὴν θυγατέρα μετα τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔρριψεν εἰς θάλασσαν· διασωθέντων δὲ τούτων εἰς ἔριφον τὴν νησον συνέβη μία τῶν Κυκλάδων ἀναστραφῆναι τὸν παῖδα παρα Πολυδέκτη ἢ ὡς ἔνιοι φασιν ὑπο Δικτυος τοῦ ἀδελφοῦ Πολυδέκτου φυγόντος δὲ ὕστερον Ἀκρισίου . τὴν Αργείων βασιλείαν παρέλαβε Περσεύς ⁑
msA, 14.H30, commenting on 14.323 ** οὐδ’ ὅτε περ Σεμέλης · ** Σεμέλης τῆς Καδμου θυγατρὸς Ζεὺς ἐρασθεὶς Ἡρας κρύφα συνηυνάζετο . ἡ δὲ ἐξαπατηθεῖσα ὑπο Ηρας ἐπινεύσοντος αὐτῆ Διὸς πᾶν τὸ αἰτηθὲν ποιῆσαι . αιτεῖται τοιοῦτον αὐτὸν ελθεῖν οἶος ἦλθον μνηστευόμενος Ἥραν · Ζεὺς δὲ μη δυνάμενος ἀνανεῦσαι παρὰ γίνεται εἰς τὸν θάλαμον αὐτῆς ἑφ άρματος . ἀστραπὰς καὶ βροντὰς ὁμοῦ καὶ κεραυνὸν ἀφιείς· Σεμελης δὲ δια τὸν φόβον ἐκλειπούσης . ἐξαμηνιαῖον τὸ βρέφος ἐξαμβλωθὲν ἐκ τοῦ πυρὸς ἁρπάσας ἐν ἐνέρραψε τῷ μηρῷ ἡ ϊστορια παρ Ευριπ ἐν ⁑
msAext, 14.H2, commenting on 14.307 ** ** πολυπίδακος
msAil, 14.Z1, commenting on 14.307@ἑστᾶσ’ ι
msAim, 14.H5, commenting on 14.307 ** ** ἡθετοῦντο παρα Ζηνοδότω
msAim, 14.H6, commenting on 14.310 ** ** Ζηνοδ καὶ Ἀριστοφ μετόπισθε ⁑
msAim, 14.H7, commenting on 14.322 ** ** Ἀρίσταρχ Μίνων συν τῷ ν Ζηνοδ χωρὶς τοῦ ν +
msAint, 14.H5, commenting on 14.324 ** ** οτ ἔχει τι Ὁμηρικὸν πρὸς γὰρ τὸ δεύτερον πρότερον ἀπήντηκεν ⁑