Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 187r

Manuscript msA, page 187r

image

prev: 186v next: 187v

Iliad text

14.329 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη ·image

14.330 αἰνότατε Κρονίδη · ποῖον τὸν μῦθον ἔειπεςimage

14.331 εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναιimage

14.332 ΄Ϊδης ἐν κορυφῇσι . τάδε προπέφανται ἅπαντα·image

14.333 πῶς κ’ έοι· εἴ τις νῶϊ θεῶν αἰειγενετάωνimage

14.334 εὕδοντ’ ἀθρήσειε . θεοῖσι δὲ πᾶσι μετελθὼνimage

14.335 πεφράδοι· οὐκ ὰν ἔγωγε τεὸν προς δῶμα νεοίμηνimage

14.336 ἐξ εὐνῆς ἀνστᾶσα· νεμεσσητὸν δέ κεν εἴη·image

14.337 ἀλλ’ εἰ δή ῥ’ ἐθέλεις· καί τοι φίλον ἔπλετο θυμῷ·image

14.338 ἔστιν τοι θάλαμος . τόν τοι φίλος υἱὸς ἔτευξενimage1

14.339 Ἥφαιστος . πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·image

14.340 ἔνθ’ ἴ̈ομεν κείοντες , ἐπεί νύ τοι εὔαδεν εὐνή·image1, 2

14.341 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·image

14.342 Ἥρη · μήτε θεὸν τό γε δείδιθι μήτέ τιν’ ἀνδρῶνimage

14.343 ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψωimage

14.344 χρύσεον , οὐδ’ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ ,image

14.345 οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι·image1

14.346 ῆ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς , ἣν παράκοιτιν·image

14.347 τοῖσι δ’ ὑπο χθὼν δῖα φύεν νεοθηλέα ποίην·image

14.348 λωτόν θ’ ἐρσήεντα , ἰδὲ κρόκον . ἠδ’ ϋάκινθονimage1, 2

14.349 πυκνὸν καὶ μαλακὸν , ὃς , ἀπο χθονὸς ὑψός’ ἔεργε·image1, 2

14.350 τῷ ἔνι δεξάσθην· ἐπὶ δὲ νεφέλην έσσαντοimage

14.351 καλὴν , χρυσείην . στιλπναὶ δ’ ἀπέπιπτον ἕερσαι·image1, 2, 3

14.352 ὡς ὁ μὲν ἀτρέμας εὗδε πατὴρ . ἀνα Γαργάρῳ ἄκρῳ .image

14.353 ὕπνῳ καὶ φιλότητι δαμεὶς . ἔχε δ’ ἀγκὰς ἄκοιτιν·image

Scholia text

msA, 14.A1, commenting on 14.330-14.335 ** αινοτ Κρονιδ ποῖον τὸν μυθ ἔειπες· ** τελεία στιγμὴ μετὰ τὸ Κρονιδ προσαγορευτικη γάρ ἐστιν ἡ περίοδος . ἡ δε ἑξῆς ἀνάγνωσις ἀμφίβολος , ἤ τοι γὰρ καθαυτὸ ἀναγνωστέον ποῖον τὸν μῦθον ἔειπες· εὶ τα ἀφετέρας ἀρχῆς εἰ νῦν ἐν φιλότητι ἥ μ’ ὑποστίζωμεν κορυφῇσι καὶ ἅπαντ · στίζομεν δὲ μετὰ τὸ πῶς κ έοι εῖτα ἀπάλλης ἀρχῆς εἴ τις νῶϊ θεῶν αῖειγενετάων καὶ ὑποστίζωμεν ἀθρήσειε πεφράδοι ἤν ἢ ἀνάγνωσις οὐκ ὰν ἔγωγε τεὸν προς δῶμα οὑτως δ’ ἔσονται ἀνταποδοτι καὶ περίοδοι , ἀμφότεραι ορθαὶ τοιαύται· εἰ νῦν ἐπι τῆς Ἴδης κοιμηθῆναι βούλει πῶς ἂν εἴη οἶον πῶς ἂν ἐνδέχοιτο· ἡ δὲ ἑτέρα εἴ τις ἴδοι τῶν θεῶν καὶ τοῖς ἄλλοις εἴποι οὐκ ὰν ἔλθοιμι εἰς τὸν σὸν οῖκον , ἡ ἀνεστραμμένας αὐτὰς ποιητέον συνάπτοντα οὕτως ποῖον τὸν μῦθον ἔειπες εἰ νῦν ἐν φιλότητ λίλαιε · ἔσται δὲ στιγμῇ ἐν κορυφῇσι καὶ ἅπαντα εἰτ καθε ἀυτὸ ἀπορούσης τῆς θεοῦ· πῶς κ έοι· πῶς ἂν τοῦτο ἐνδέχοιτο εἰ καὶ τουτ αὐτὸ τοῖς ἑξῆς συναπτέον πῶς κ έοι εἴ τις νῶϊ θεῶν ἕως τοῦ πεφράδοι εῖτα ἀφετέρας ἀρχῆς , οὐκ ἂν ἔγωγε τεὸν προς δῶμα νεοίμην ⁑ image

msA, 14.A2, commenting on 14.338 ** ἔστιν τοι θάλαμος ** ὅτι ἐκ Διὸς καὶ Ἥρας καθ Ὅμηρoν ὁ Ἥφαιστος καὶ νῦν μὲν ἴσως τις ἐρεῖ ἀμφιβολίαν εῖναι ἐν Ὀδ δὲ αὐτὸ σαφῶς λέγει ὁ Ἥφαιστος . ὁ δὲ Ἡσιοδ ἐκ μόνης Ἥρας ⁑ image

msA, 14.A3, commenting on 14.340 ** εὔαδεν εὐνή : ** τὸ εὔαδεν ὁ Ασκαλωνίτης ψιλοῖ λέγων ὡς ὅτι τὰ δασυνόμενα ἐν τῆ ἐπενθέσει τοῦ υ ψιλοῦται ὡς ὅλος οὖλος ουτ οὖν καὶ τὸ έαδεν εὔαδεν γένοιτο ψιλούμενον ἐγὼ δὲ πρὸς τὴν συνηθ ἀναγνωσιν δασύνουσαν τὸ α ψιλοῦσαν δὲ τὴν ευ δίφθογγον καὶ ἔχομεν ἐκεῖνο εἰπεῖν· ὡς εἰ ἴδιον συνθέτων λέξεων τὸ καὶ κατα μέσον δασύνεσθαι . οίδαμεν δὲ καὶ τὸ άδε ῥῆμα συνεχῶς παρὰ τῷ ποιητῇ ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων εἰκότως ἂν φήσαιμεν ὅτι τὸ εῦ επίρρημ προσῆλθε καὶ ουτ ἐφυλάχθη τοῦ ῥήματ ἡ δασεῖα ὡς ἐν λέξει συνθέτω . τὸ μέντοι ἔαδὲ διαίρεσίς ἐστι τοῦ ῆδε ⁑ image

msA, 14.A4, commenting on 14.348 ** λωτόν . ** εἰδος χόρτου ἐλείου δι ὃ καὶ ἑρσήεντα ὅ ἐστι δροσώδη ⁑ image

msA, 14.A5, commenting on 14.349 ** πυκνὸν καὶ μαλακὸν ὃς ἀποχθονὸς ὑψόσ’ ἔεργε ** οὕτως Ἀρίσταρχ ἔεργε τὸν Δία καὶ τὴν Ἥραν ἐν δέ τισιν ὑψόσ’ ἄειρε καὶ ὑψόσ’ ἔερπ δια τοῦ π · ἐν δὲ τῇ Χίᾳ . ὑψόσ’ ΐκανε Ζηνόδοτ πυκνὸν καὶ μαλακὸν ἵν’ ἀποχθονὸς ἀγκαζέσθην : image

msA, 14.A6, commenting on 14.351 ** στιλπναὶ δ’ ἀπέπιπτον ὁμοίως τῷ ἰσχναὶ· ** τὰ γὰρ εἰς νος μετ επιπλοκῆς συμφώνου τριγενῆ ὀξύνεσθαι θέλει· πρυμνός . ἰσχνός · πυκνὸς ἐναντιοῦται τὸ λίχνος · τὸ γὰρ λάγνος ἔννοιαν ἔχει συνθέσεῶς ⁑ image

msA, 14.J1, commenting on 14.351 ** ἕερσαι· ** ὁ Ἀσκαλωνίτης ἀξιοῖ παροξύνειν τὸ έερσαι ὁμοίως τὸ εὐτέρπαι · καὶ γὰρ τὸ ἑνικὸν ἐέρση ἐστί μή μ’ ἄμυδις στίβη τε κακη καὶ θήλει εέρσῃ · τὰ δὲ εἰς η λήγοντ θηλυκὰ μονογενῆ ὁμότονα ἔχει τὰ πληθυντικὰ Ἑλένη Ἑλέναι · οὕτως εἰ εέρση . καὶ εέρσαι ἠλιθίως πάνυ οὐ γὰρ ἐνόησεν ὅτι τὸ ἑνικὸν δια τὴν μετάληψιν τοῦ α εἰς η προ τέλους ἔσχε τὸν τόπον ὁμοίως τῷ ἄελλα ἀέλλη οὕτως έερσα καὶ εέρσῃ εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέσεως ἔχεται , ἀπολήψεται τοῦ ἔερσα προπαροξυνομένου τὸν τόνον ⁑ image

msAext, 14.A1, commenting on 14.348 λεξάσθην ἕἐρσα image

msAil, 14.A1, commenting on 14.345@εἰσοράασθαι βλέπειν image

msAim, 14.A1, commenting on 14.340 Ζηνόδοτ καὶ Ἀριστοφανης επεὶ νύ τοι εὔαδεν εὐνήν ⁑ image

msAim, 14.A2, commenting on 14.351 Ζηνοδ ἐπέπιπτον ⁑ image

msAint, 14.A1, commenting on 14.349 ουτ Ἀρίσταρχ έεργε ⁑ image