Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 187v

Manuscript msA, page 187v

image

prev: 187r next: 188r

Iliad text

14.354 βῆ δὲ θέειν ἐπι νῆας Ἀχαιῶν νήδυμος Ὕπνος ·image1

14.355 ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·image

14.356 ἀγχοῦ δ’ ἱ̈στάμενος , ἔπεα πτερόεντα προσηύδα·image

14.357 πρόφρων νῦν Δαναοῖσι ποσίδαον ἐπάμυνε .image1

14.358 καί σφιν , κῦδος ὄπαζε μίνυνθά περ , ὄφρ’ ἔτι εὕδειimage

14.359 Ζεὺς . ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περι κῶμα κάλυψα·image1

14.360 Ἥρη δ’ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι·image

14.361 ὡς εἰπὼν , ὁ μὲν ᾤχετ’ ἐπὶ κλυτὰ φῦλ’ ἀνων ,image

14.362 τὸν δ’ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσινimage

14.363 αὐτίκα δ’ ἐν πρώτοισι μέγα προθορῶν ἐκέλευσεν·image1

14.364 Ἀργεῖοι · καὶ δ’ αῦτε μεθείεμεν Ἕκτορι νίκηνimage1, 2

14.365 Πριαμίδῃ · ἵνα νῆας ἕλῃ , καὶ κῦδος ἄρηται·image

14.366 ἂλλ’ ὁ μὲν οὕτω φησὶ καὶ εὔχεται , οὕνεκ’ Ἀχιλλεὺς .image1

14.367 νηυσὶν ἐπι γλαφυρῇσι μένει κεχολωμένος ῆτορ·image

14.368 κείνου δ’ οὔ τι λίην , ποθὴ ἔσσεται· εἴ κέν , οἱ ἄλλοιimage

14.369 ἡμεῖς ὀτρυνώμεθ’ ἀμυνέμεν ἀλλήλοισιν·image

14.370 ἂλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω , πειθώμεθα πάντες·image

14.371 ἀσπίδες , ὅσσαι ἄρισται ἐνι στρατῷ ἠδὲ μέγισται .image1

14.372 ἐσσάμενοι , κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσιimage1

14.373 κρύψαντες· χερσὶν δὲ τὰ μακρότατ’ ἔγχε’ ἑλόντες ,image

14.374 ἴ̈ομεν· αὐτὰρ ἐγὼν , ἡγήσομαι . οὐδ’ έτι φημὶimage

14.375 Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα·image

14.376 ὃς δέ κ’ ἀνὴρ μενέχαρμος . ἔχῃ δ’ ὀλίγον σάκος ὤμῳ .image1, 2, 3, 4

14.377 χείρονι φωτὶ δότω . ὁ δ’ ἐν ἀσπίδι μείζονι δύτω·image

14.378 ‘Ως ἔφαθ’ . οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο·image

Scholia text

msA, 14.A7, commenting on 14.364 ** Ἀργεῖοι καὶ δ’ αῦτε μεθείεμεν Εκτορι νίκην : ** ταυτ καὶ τὰ ἑξῆς κατ επερώτησιν ἀναγνωστέον ⁑ image

msA, 14.A8, commenting on 14.366 ** ἀλλ ὁ μὲν οὕτω φησι ** ὅτι Ζηνoδ γράφει καὶ ἕλπεται ἁρμόζει δὲ τῷ προσώπῳ τὸ εὔχεται καυχᾶται ⁑ image

msA, 14.A9, commenting on 14.372 ** παναίθησιν : ** τὸ παναίθησιν οἱ πλείους προπερισπῶσιν Εὐφράνωρ δὲ βαρύνει φιλεῖ δὲ τὰ εἰς η λήγοντα θηλυκὰ δισύλλαβα ὀξυνόμενα συντιθέμενα καὶ μὴ γινόμενα κύρια· τότε μὲν φυλάσσειν τὸν τόνον ὅτε μετα προθεσεως συντίθεται τότε δὲ ἀναβιβάζειν ὅτε οὐ μετα προθέσεως ἐπι τὸ μή ἀνοχή · συνοχή · ἱστοδόκη δὲ καὶ καπνοδόκη λατύπη οἰνοχόη . εἴπερ οὖν καὶ τὸ παναίθη οὐ μετα προθεσεως ἐστι βαρυτονηθήσεται τάχα δὲ καὶ παρώνυμον ἐστι καὶ πάλιν ὀφείλει βαρύνεσθαι ὡς γὰρ παρὰ τὸ καλὸς ἐγένετο πάγκαλος καὶ παγκάλη . οὕτως καὶ παρα τὸ αῖθος πάναιθος ὦ ἀκόλουθον τῷ παναίθη ⁑ image

msA, 14.A10, commenting on 14.376 ** ὃς δέ κ’ ἀνὴρ μενέχαρμος : ** οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται ὅτι γελοῖον μὴ τὰ ἁρμόζοντα ἀναλαμβάνειν ἀλλα μείζονα εἰς ἐμποδισμὸν τῆς χρήσεως . Ζηνόδοτος δὲ προηθέτει ⁑ image

msA, 14.A11, commenting on 14.376 ** ὀλίγον σάκος : ** μικρὰν ἀσπίδα· ἔστι δὲ ποσότης ἀντι πηλικότητος ⁑ image

msAext, 14.A2, commenting on 14.357 ** ** Ποσείδαον image

msAext, 14.A3, commenting on 14.364 ** ** μεθίεμεν image

msAil, 14.A2, commenting on 14.363 ** ** παρώρμησεν : image

msAim, 14.A3, commenting on 14.354 οτ συν τ ν νη image

msAim, 14.A4, commenting on 14.359 ἐν αλλῷ κωμ’ ἐκαλυψα : image

msAim, 14.A5, commenting on 14.371 ὑποστικτεον κατ τὸ τέλος τοῦ στίχου λείπει γαρ τὸ εισί ⁑ image

msAim, 14.A6, commenting on 14.376 Αρισταρx δια τῆς ει διφθόγγου ἔχει ⁑ image

msAint, 14.A2, commenting on 14.376 ** ** λειπ τὸ ῄ ὃς ἔαν ᾖ διὸ ὑποστιγμὴ καὶ επι τῷ μρ ⁑ image