Manuscript msA, page 188r
| prev: 187v | next: 188v |
14.379 τοὺς δ’ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ·1
14.380 Τυδείδης . Ὀδυσεύς τε . καὶ Ἀτρείδης Ἀγαμέμνων ·
14.381 οἰχόμενοι δ’ ἐπὶ πάντας . ἀρήϊ ατεύχε’ ἄμειβον·
14.382 ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε . χέρεια δὲ χείρονι δόσκεν·1, 2
14.383 αὐτὰρ ἐπεί ρ’ ἐσσαντο περι χροῒ νώροπα χαλκὸν·1
14.384 βάν ῥ ἴ̈μεν . ἦρχε δ’ άρ σφι Ποσιδάων ἐνοσίχθων·1
14.385 δεινὸν , ἄορ , τανύηκες ἔχων ἐν χειρὶ παχείῃ .
14.386 εἴκελον ἀστεροπῇ . τῷ δ’ οὐ θέμις ἐστὶ μιγῆναι1
14.387 ἐν δαῒ λευγαλέῃ . ἀλλὰ δέος ἰ̈σχάνει ἄνδρας·1, 2
14.388 Τρῶας δ’ αὖθ’ ἑτέρωθεν ἐκόσμει φάιδιμος Ἕκτωρ ·
14.389 δή ῥα τότ’ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν .1
14.390 κυανοχαῖτα Ποσιδάων καὶ φαίδιμος Ἕκτωρ .1
14.391 ἤτοι ὁ μὲν Τρώεσσιν . ὁ δ’ Ἀργείοισιν ἀρήγων·1
14.392 ἐκλύσθη δὲ θάλασσα ποτι κλισίας τε , νέας τε
14.393 Ἀργείων , οἱ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ·
14.394 οὔτε θαλάσσης κῦμα τόσον βοάᾱͅ ποτὶ χέρσον .1
14.395 ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ .
14.396 οὔτε πυρὸς τόσσος γε ποτι βρόμος αἰθομένοιο1, 2
14.397 οὔρεος ἐν βήσσῃς’ . ὅτε τ’ ώρετο καιέμεν ὕλην·1
14.398 οὔτ’ ἄνεμος τόσσον γε περι δρυσὶν , ὑψικόμοισιν1, 2
14.399 ηπύει . ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων .
14.400 ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ·1, 2, 3
14.401 δεινὸν ἀϋσάντων ὅτ’ ἐπ’ ἀλλήλοισιν όρουσαν·
14.402 Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ1
14.403 ἔγχει . ἐπεὶ τέτραπτο πρὸς ἰ̈θύ , οἱ , · οὐδ’ ἀφάμαρτε
msA, 14.D1, commenting on 14.382 ** ἐσθλὰ μὲν ἐσθλὸς ** ὅτι οὗτος ὁ στίχος τοὺς προκειμένους ἀναίρει· βελτίονα μὲν γὰρ τῇ κατασκευῇ· ἐν δέχεται ἀναλαμβάνειν μείζονα δὲ οὔ· ἔνια δὲ τῶν ὑπομημάτων δῶκεν ἀντι τοῦ δόσκεν καὶ ἐστιν εὐφραδέστερον ⁑
msA, 14.D2, commenting on 14.387 ** ἐν δαῒ λευγαλέῃ· ** ὁ Ασκαλωνίτης βαρύνει ὡς Θέτι οἱ δὲ πλείους ὡς φλεαί ὀξύνοντες· οἷς συγκατατίθεμαι· εἰ μεν γαρ ἦν ἡ εὐθεῖα ὡς οἴεται ὁ Ἀσκαλωνίτης δάϊς ὡς Θέτις βαρυνομένη καὶ ὡς πάντα Θέτι καλλιπλοκάμῳ οὕτως δάϊ πρῶτον ἐκτείνεσθαι δεήσει τὸ ϊ δεύτερον ἐκεῖνο ὁρῶμεν ἐναντιούμενον· τὰ γὰρ εἰς ις λήγοντα καθαρὸν θηλυκὰ τῷ α παραληγόμενα· οὐ φιλεῖ βαρύνεσθαι τουναντίον δὲ ὀξύνεσθαι· ὁ δὲ λόγος ἐπι τῶν Ἑλληνικῶν , ἵνα μή τις το Ξόϊς ἠ Σάϊς ἀντιθῇ κείμενα παρ’ Ἡροδότω · οἶον Θηβαΐς Δαναΐς Λαΐς Θαΐς οὕτως ἄρα δαΐς· χωρὶς εἰ μὴ λέγοι τίς τοῦτο βεβαρυτονῆσθαι προς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου ὥσπερ καὶ τὸ ἀκρίς· ἄμεινόν ἐστιν εκεῖνο λέγειν ὡς ὅτι εἴτε ἀπο τῆς δάϊς βαρυνομένης· εἴτε ὀξυνομένης ἡ προκειμένη ἐστι δοτικὴ ὀφείλει ὀξύνεσθαι τὸ τὰς εἰς ϊ συνεσταλμένον ληγούσας δοτικὰς καὶ μὴ συναλειφθείσας ἐπ ὀνομάτων ἀρσενικὰς τὲ καὶ θηλυκὰς ὀξύνεσθαι· μηνί χηνί ταύτη καὶ λιτή οὕτως καὶ ἡ δαΐ εἴτε ἀποκέκοπται εἴτε συγκέκοπται ὀξυτονηθήσεται ⁑
msA, 14.D3, commenting on 14.387 ** ** ὁτι βαρύνεται ἡ εὐθεῖα δαϊς . διδασκόμεθα ἐκ τῆς παρὰ Καλλιμάχῳ αἰτιατικῆς ἐς δάϊν ὁπλισμὸν ἴππειον · ἡ γὰρ τοιαύτη αἰτιατικὴ βαρυνομένην αἰτεῖ εὐθεῖαν καὶ τὸ δηϊς συνομολογεῖ τῷ τόνῳ· τραπέντος γὰρ τοῦ α εἰς η καὶ τοῦ ϊ πλεονάσαντος ἐγένετο ⁑
msA, 14.D4, commenting on 14.394 ** οὔτε θαλάσσης κῦμα τόσον ** ὅτι Ζηνοδοτος τούτων τῶν μοιώσεων τὴν πρώτην τρίτην τέταχεν· ὁ δὲ Όμηρος τὰ ἐπιτατικώτερα λέγει πάντων δὲ ἐπιτατικώτερον ἀνεμου φορά ἥτις καὶ τὰ ἄλλα κινεῖ θάλασσαν καὶ πῦρ ⁑
msA, 14.D5, commenting on 14.396 ** οὕτε πυρὸς τόσσος γε- ** Ἀρίσταρχος φυλάσσει τὴν ὀξεῖαν ἐπι τῆς τος συλλαβῆς· ὁ δὲ Τυραννίων . τοσσός γε ἀνέγνω τὴν σος συλλαβὴν ὀξύνων οὐκ εῦ , ὁ γὰρ γε οὐκ αλλάσσει τὸν τόνον τῶν προ εαυτοῦ λέξεων· εἰ δέ τις λέγοι ἐπέκτασιν εἶναι μὴ σύνδεσμον , ἵστω ὅτι τὸ ἐναντιον χωρήσει· ἡ γὰρ δια τοῦ γε ἐπέκτασις τρίτην ἀπο τέλους ἐποίει τὴν ὀξεῖαν , ἔγωγε ἔμοιγε ⁑
msA, 14.D6, commenting on 14.396 ** βρόμος . ** κυρίως ὁ τοῦ πυρὸς ἦχος ὅθεν καὶ τὸν Διόνυσον ὄντα ἔφορον τοῦ πυρὸς καὶ αὐτὸν Βρόμειον καλοῦσιν ἀντι τοῦ τὸν ἐπι τοῦ πυρὸς ἐν οἷς οἱ ποιηταὶ καὶ τὸν μῦθον ἔπλασαν ὅτι ἐκ Διὸς καὶ Σεμέλης ὢν , ἐβλήθη τῷ κεραυνῷ καὶ ὅτι πυρογενής ἐστιν ⁑
msA, 14.D7, commenting on 14.400 ** ὅσση ἄρα Τρώων : ** ἀφ ετέρας ἀρχῆς ταῦτα· Ἀρίσταρχος δὲ χωρὶς τοῦ τ γράφων ὅσση ἄρα Τρώων , πάντως τοῖς ἄνω συνάπτει ἵν’ ᾖ ὁ λόγος ἀνταποδοτικὸς ἀνεστραμμένος ⁑
msAext, 14.D1, commenting on 14.384 ** ** Ποσειδ
msAext, 14.D2, commenting on 14.386 ** ** ί̈κελον
msAext, 14.D3, commenting on 14.390 ** ** Ποσειδα
msAext, 14.D4, commenting on 14.398 ** ** ποτιδρυσὶν
msAext, 14.D5, commenting on 14.X ** **
msAil, 14.D1, commenting on 14.X ** **
msAil, 14.D2, commenting on 14.X ** **
msAil, 14.D3, commenting on 14.X ** **
msAil, 14.Z2, commenting on 14.383@ρ’ ** ** α
msAim, 14.D1, commenting on 14.379 ** ** οτ συλληπτικῶς εἴρηκεν οὐτασμένων τινῶν καὶ βεβλημε ⁑
msAim, 14.D2, commenting on 14.398 ** ** ουτ δια τοῦ ν τοσσον γε ⁑
msAint, 14.D1, commenting on 14.382 ** ** ουτ Ἀρισταρχ δοσκον
msAint, 14.D2, commenting on 14.389 ** ** ουτ δια τοῦ α γραπτέον τάνυσσαν ⁑
msAint, 14.D3, commenting on 14.391 ** ** οτ προς τὸ δεύτερον πρότερον ἀπήντησεν ⁑
msAint, 14.D4, commenting on 14.397 ** ** ἔν τισι τῶν ὑπομνημάτων ώρορε καὶ ἔστιν ὅμοιον τῷ ώρορ’ ἐπαΐξας ⁑
msAint, 14.D5, commenting on 14.402 ** ** οτ ἡ πρόθεσις παρεῖται καὶ πτῶσις ἤλλακται , αντ ἐπ Αἴαντα ⁑