Manuscript msA, page 188v
| prev: 188r | next: 189r |
14.404 τῇ ῥα δύω τελαμῶνε περι στήθεσσι τετάσθην .1
14.405 ἤτοι ὁ μὲν σάκεος , ὁ δὲ φασγάνου ἀργυροήλου·1
14.406 τώ οἱ , ῥυσάσθην τέρενα χρόα . χώσατο δ’ Ἕκτωρ .1
14.407 ὅττι ῥά οἱ βέλος ὠκὺ . ἐτώσιον ἔκφυγε χειρός·
14.408 ὰψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο . κῆρ’ ἀλεείνων·
14.409 τὸν μὲν ἔπειτ’ ἀπιόντα μέγας Τελαμώνιος Αἴας .
14.410 χερμαδίῳ . τά , ῥα , πολλὰ θοάων ἔχματα νηῶν
14.411 παρ ποσὶ μαρναμένων ἐκυλίνδετο . τῶν ἕν’ ἀείρας .
14.412 στῆθος βεβλήκει . ὑπερ ἄντυγος . ἀγχόθι δειρῆς·1, 2
14.413 στρόμβον δ’ ὡς , ἔσσευε βαλὼν . περὶ δ’ ἔδραμε πάντῃ·1, 2
14.414 ὡς δ’ ὅθ’ ὑπο πληγῆς πατρὸς Διὸς , ἐξερίπῃ δρῦς1
14.415 πρόρριζος . δεινὴ δὲ θεείου γί̄νεται ὀ δμὴ
14.416 ἐξ αὐτῆς . τὸν δ’ οὔ περ ἔχει θράσος ὅς κεν ΐδηται1
14.417 ἐγγὺς ἐὼν . χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνὸς .
14.418 ὡς ἔπες’ Ἕκτορος ὦκα χαμαὶ , μένος ἐν κονίῃσι·1, 2
14.419 χειρὸς δ’ ἔκβαλεν ἔγχος , ἐπ’ αὐτῷ δ’ ἀσπὶς ἑά̆φθη1
14.421 οἱ δὲ μέγα ἰ̈άχοντες ἐπέδραμον υἷες Ἀχαιῶν1
14.422 ἐλπόμενοι ἐρύεσθαι . ἀκόντιζον δὲ θαμειὰς
14.423 αἰχμάς . ἀλλ’ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν
14.424 ὀυτάσαι . οὐ δὲ βαλεῖν . πρὶν γὰρ περίβησαν ἄριστοι .1, 2
14.425 Πουλυδάμας τε καὶ Αἰνείας . καὶ δῖος Ἀγήνωρ .
14.426 Σαρπηδών τ’ ἀρχὸς Λυκίων . καὶ Γλαῦκος ἀμύμων·
14.427 τῶν δ’ ἄλλων οὔ τίς , εὑ ἀκήδεσεν , ἀλλὰ πάροιθεν1
14.428 ἀσπίδας εὐκύκλους . σχέθον αὐτοῦ , τὸν δ’ ὰρ . ἑταῖροι
14.429 χερσὶν ἀείραντες φέρον ἐκ πόνου . ὄφρ’ ΐκεθ’ ἵ̈ππους
msA, 14.D8, commenting on 14.405 ** ‡ ἤτοι ὁ μὲν σάκεος· ** ὅτι καὶ τὰ ξίφει καὶ τὰς ἀσπίδας ἐκ τελαμώνων ἀνῆπτον διὸ δύο ⁑
msA, 14.D9, commenting on 14.406 ** τώ οἱ ῥυσάσθην , ** ὅτι χώσατο νῦν συνεχύθη καὶ ὅτι οὐκ άτρωτος ὁ Αἴας καθ Ὅμηρον · εἰ γὰρ μὴ οἱ τελαμῶνες ἐσκέπαζον ἐτρώθη ἄν ⁑
msA, 14.D10, commenting on 14.412 ** στῆθος βεβλήκει· ** οὕτως ἔξω τοῦ ν βεβλήκειν καὶ ἄνευ τοῦ ε · Ζηνόδοτος καὶ Ἀριστοφάνης σὺν τῷ ν βεβλήκειν ⁑
msA, 14.D11, commenting on 14.413 ** στρόμβον ** ὡς ῥόμβον περιφερῆ λέγει δὲ τὸν καλούμενον βέμβηκα· δίκην οὖν στρόμβου ἐποίησεν αὐτὸν στρέφεσθαι σφοδρῶς πλήξας ⁑
msA, 14.D12, commenting on 14.416 ** ἐξ αυτῆς τὸν δ’ οὔπερ ἔχει : ** ὅτι τὸ ἀντικείμενον δεῖ ὑπακούειν . ἀλλα δέος · Ἀριστοφανης δὲ . τὸν δ’ οὔτιν ἔχει θράσος ὅστις ἴδηται ⁑
msA, 14.D13, commenting on 14.418 ** ὡς ἔπεσ’ Ἕκτορος ῶκα· ** ὅτι ὠκὺ γραπτέον εἴτε ἐπιθετικῶς εἴτε κατὰ μεσότητα ἀντι τοῦ ὠκέως ὡς ὀξὺ δὲ κωκύσασα · ἡ δε Μασσαλιωτικὴ καὶ ἡ· Χία ὦκα ⁑
msA, 14.D14, commenting on 14.421 ** οἱ δὲ μέγα ἰ̈άχοντες . ** ὅτι τὸ ϊάχοντες ὡς ὀρεγοντες ὅθεν βαρυτονεῖν δεῖ ἰ̈άχων ὡς ὁρέγων ⁑
msA, 14.D15, commenting on 14.419 ** ἀσπὶς ἑάφθη ** ἐπικατήφθη δὲ αὐτῷ ἡ ἀσπὶς ὅ ἐστιν ἐπικατηνέχθη αὐτῷ· τὸ δὲ ἑάφθη ἀπο τοῦ ἔπω , εἵφθη ἥφθη ἐάφθη ⁑
msA, 14.D16, commenting on 14.424 ** οὐτάσαι οὐδὲ βαλεῖν . ** ἡ διπλῆ , ὅτι διαστέλλει τὸ οὐτάσαι καὶ βαλεῖν ⁑
msA, 14.D17, commenting on 14.427 ** τῶν δ’ ἄλλων· ** Ζηνόδοτος διὰ τοῦ τ τῶν τ άλλων διήλλαττον δὲ αἱ Ἀριστάρχου ἀκήδεσαν . καὶ ἀκηδέσατο , ἀκηδέστως ἔσχον·
msA, 14.D18, commenting on 14.X ** **
msAil, 14.D4, commenting on 14.404@τῇ ** ** ὅπου δή
msAil, 14.D5, commenting on 14.413@πάντῃ ** ** ὁ Ἕκτωρ
msAim, 14.D3, commenting on 14.400 ** ** ἔξω τοῦ τ αἱ Αρισταρχ ουτ καὶ Ζηνοδ καὶ Ἀριστοφάνης ⁑
msAim, 14.D4, commenting on 14.414 ** ** γράφεται υπ ριπῆς
msAim, 14.D5, commenting on 14.418 ** ** Ἀρισταρχ ὠκυ : ⁑
msAim, 14.D6, commenting on 14.424 ** ** ἐν ἄλλω περίβησαν ἅπαντες ⁑