Manuscript msA, page 189r
| prev: 188v | next: 189v |
14.430 ὠκέας . οἵ , οἱ , ὄπισθε μάχης ἠδὲ πτολέμοιο
14.431 έστασαν . ἡνίοχόν τε καὶ ἅρματα ποικίλ’ ἔχοντες·
14.432 οἳ , τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα·
14.433 ἂλλ’ ὅτε δὴ πόρον ΐξον ἐϋρρεῖος ποταμοῖο
14.434 Ξάνθου δῑνήεντος , ὃν ἀθάνατος τέκετο Ζεύς ·
14.435 ἔνθά μιν ἐξ ἵ̈ππων πέλασαν χθονὶ . καδ δέ οἱ , ὕδωρ
14.436 χεῦαν· ὁ δ’ ἀμπνύνθη . καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν·
14.437 ἑζόμενος δ’ ἐπὶ γοῦνα , κελαινεφὲς αἷμ’ ἀπέμασσεν
14.438 αὖτις δ’ ἐξ ὀ πίσω πλῆτο χθονί . τὼ δέ οἱ , ὄσσε
14.439 νυ̏ξ ἐκάλυψε μέλαινα· βέλος δ’ ἔτι θυμὸν ἐδάμνα·
14.440 Ἀργεῖοι δ’ ὡς οὖν ἴ̈δον Ἕκτορα νόσφιν ἐόντα .
14.441 μᾶλλον ἐπὶ Τρώεσσι θόρον . μνήσαντο δὲ χάρμης·
14.442 ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας
14.443 Σάτνιον ούτασε δουρὶ μετάλμενος ὀξυόεντι
14.444 Ηνοπίδην , ὃν , ἄρα νύμφη τέκε , νηῒς ἀμύμων
14.445 Ήνοπι βουκολέοντι παρ’ ὄχθας Σατνιόεντος ·
14.446 τὸν μὲν Ὀϊλιάδης δουρὶ , κλυτὸς ἐγγύθεν ἐλθὼν
14.447 ούτατε καλλα πάρην . ὁ δ’ ἀνετράπετ’ ; ἀμφι δ’ ὰρ , αὐτῷ
14.448 Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην·
14.449 τῷ δ’ ἐπὶ Πουλυδάμας ἐγχεσπάλος ἦλθεν ἀμύντωρ
14.450 Πανθίοδης . βάλε δὲ Προθοήνορα . δεξιὸν ὦμον .
14.451 υἱὸν Ἀρηϊλύκοιο· δι’ ὤμου δ’ όβριμον ἔγχος
14.452 ἔσχεν . ὁ δ’ ἐν κονίῃσι πεσὼν . ἕλε , γαῖαν ἀγοστῷ·
14.453 Πουλυδάμας δ’ ἔκπαγλον ἐπεύξατο . μακρὰ βιβάσθων·
14.454 οὐ μὰν αὖτ’ οἴω μεγαθύμου Πανθόιδαο
msA, 14.D19, commenting on 14.X ** **
msA, 14.D20, commenting on 14.X ** **
msAext, 14.D6, commenting on 14.X ** **
msAext, 14.D7, commenting on 14.X ** **
msAil, 14.D6, commenting on 14.X ** **
msAil, 14.D7, commenting on 14.X ** **
msAim, 14.D7, commenting on 14.X ** **
msAim, 14.D8, commenting on 14.X ** **
msAint, 14.D6, commenting on 14.X ** **
msAint, 14.D7, commenting on 14.X ** **
msAint, 14.D8, commenting on 14.X ** **
msAint, 14.D9, commenting on 14.X ** **