Manuscript msA, page 189v
| prev: 189r | next: 190r |
14.455 χειρὸς ἀπὸ στιβαρῆς , ἅλιον· πηδῆσαι ἄκοντα·
14.456 ἀλλά τις Ἀργείων κόμισε χροῒ . καί μιν ὀΐω1
14.457 αὐτῷ σκηπτόμενον . κατίμεν δόμον Ἄϊδος εἴσω·
14.458 ὡς έφατ’ , Ἀργείοισι δ’ άχος γένετ’ εὐξαμένοιο
14.459 Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε
14.460 τῷ Τελαμωνιάδῃ . τοῦ γὰρ πέσεν ἄγχι μάλιστα·
14.461 καρπαλίμως δ’ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ·
14.462 Πουλυδάμας δ’ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν
14.463 λικριφὶς , ἀΐξας . κόμισεν δ’ Ἀντήνορος υἱὸς1, 2
14.464 Ἀρχέλοχος , τῷ γάρ ῥα θεοὶ . βούλευσαν . ὄλεθρον .
14.465 τόν ῥ’ ἔβαλεν κεφαλῆς τὲ καὶ αὐχένος ἐν συνεοχμῷ1
14.466 νείατον ἀστράγαλον . ἀπο δ’ ἄμφω κέρσε τένοντε·
14.467 τοῦ δὲ πολὺ προτέρη κεφαλὴ ; στόμα τε ῥῖνές τε
14.468 οὔδεϊ πλῆντ’ . ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος·
14.469 Αἴας δ’ αὖτ’ , ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι ·1
14.470 φράζεο Πουλυδάμα · καί μοι νημερτὲς ἐνίσπες .
14.471 ῆ ῥ’ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντι πεφᾶσθαι·
14.472 ἄξιος . οὐ μέν μοι κακὸς εἴδεται , οὐδὲ κακῶν ἔξ .1
14.473 ἀλλα κασίγνητος Ἀντήνορος ἱπποδάμοιο
14.474 ἠ παῖς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει·1, 2
14.475 ῆ ῥ’ εὖ γινώσκων , Τρῶας δ’ ἄχος ἔλλαβε θυμόν ,
14.476 ἔνθ’ Ἀκάμας Πρόμαχον Βοιώτιον ούτασε δουρὶ1
14.477 ἀμφὶ κασιγνήτῳ βεβαὼς , ὁ δ’ ὑφέλκε ποδοῖϊν1
14.478 τῷ δ’ Ἀκάμας ἔκπαγλον ἐπεύξατο . μακρὸν ἀΰσας·
14.479 Ἀργεῖοι ἰ̈όμωροι . ἀπειλάων ἀκόρητοι
msA, 14.F1, commenting on 14.463 ** λὶκριφὶς ἀΐξας⋅ ** ὅτι δὶς κέχρηται τῇ λέξει . νῦν καὶ ἐν Ὀδυσσείᾳ σημαίνει δὲ πλάγιος ὁρμήσας . ἀπο τοῦ λεχρίου κατα κοινωνίαν τῶν συμφώνων ⁑
msA, 14.F2, commenting on 14.463 ** λικριφίς ** Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς , καὶ οὕτως ἐπεκράτησεν ἡ ἀνάγνωσις ⁑
msA, 14.F3, commenting on 14.465 ** ἐν συνεοχμῷ . ** ἐν τῇ συναφῇ τοῦ ἡνίου ἐν τῷ συνδέσμω ἀστράγαλον δέ φησι τὸν σπόνδυλον τὸν ἐν τῷ ἡνίῳ . εἰρηται δὲ ἀστράγαλος κατ αντίφρασιν : πολύστρεπτος γὰρ ὑπάρχει ⁑
msAil, 14.F1, commenting on 14.474 ** ** ἐν ἄλλω έοικεν
msAil, 14.F2, commenting on 14.476 ** ** ονομα κύριον ὑιὸς Ἀλεγήνορος
msAim, 14.F1, commenting on 14.456 ουτ κόμισε χω του ν ⁑
msAim, 14.F2, commenting on 14.467-14.468 η κεφαλη προέλαβε τὰ κάτω πίπτοντα ⁑
msAim, 14.F3, commenting on 14.469 Ζηνοδ ἀμύμονα Πουλυδάμαντα
msAim, 14.F4, commenting on 14.472 ΐσως λ δε τὸ δοκεῖ σοι⋅
msAim, 14.F5, commenting on 14.474 Αριστοφα αὐτῷ γάρ ρα φυὴν ἄγχιστα ἔοικεν ⁑
msAim, 14.F6, commenting on 14.477 πρὸς τὸ ὃς Χρύσην ἀμφιβέβηκας οτ εστ ὑρμαχεῖς